Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 1

25 Παρμενίδης καὶ Δημόκριτος πάντα κατʼ ἀνάγκην τὴν αὐτὴν δʼ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν.

Περὶ οὐσίας ἀνάγκης.

26 Πλάτων τὰ μὲν εἰς πρόνοιαν ἀνάγει τὰ δʼ εἰς ἀνάγκην.
26 Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων.
26 Δημόκριτος τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης·
26 Πλάτων ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν.

Περὶ εἱμαρμένης

27 Ἡράκλειτος πάντα καθʼ εἱμαρμένην, τὴν δʼ αὐτὴν ὑπάρχειν καὶ ἀνάγκην.
27 Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ τὴν παρʼ ἡμᾶς αἰτίαν.
27 οἱ Στωικοὶ Πλάτωνι ἐμφερῶς, καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δʼ εἱμαρμένην συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν συμπλοκῇ καὶ τὸ παρʼ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι τὰ δʼ ἀνειμάρθαι.

Περὶ οὐσίας εἱμαρμένης.

28 Ἡράκλειτος οὐσίαν εἱμαρμένης λόγον τὸν διὰ τῆς οὐσίας τοῦ παντὸς διήκοντα· αὕτη δʼ ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως.
28 Πλάτων λόγον ἀίδιον καὶ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως.
28 Χρύσιππος δύναμιν πνευματικὴν τάξει τοῦ παντὸς διοικητικήν καὶ πάλιν ἐν τοῖς Ὅροις εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος ἢ νόμος τῶν ὄντων ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων ἢ λόγος, καθʼ ὃν τὰ μὲν γεγονότα γέγονε τὰ δὲ γινόμενα γίνεται τὰ δὲ γενησόμενα γενήσεται.
28 οἱ Στωικοὶ εἱρμὸν αἰτιῶν, τουτέστι τάξιν καὶ ἐπισύνδεσιν ἀπαράβατον.
28 Ποσειδώνιος τρίτην ἀπὸ Διός· πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτον δὲ τὴν εἱμαρμένην.

Περὶ τύχης

29 Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς καὶ παρακολούθημα.
29 Ἀριστοτέλης αἰτίαν κατὰ συμβεβηκὸς ἐν τοῖς καθʼ ὁρμὴν ἕνεκά τινος γινομένοις, ἄδηλον καὶ ἄστατον. διαφέρειν δὲ τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ ταὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως τὸ δʼ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δʼ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων ζῴων καὶ τῶν ἀψύχων σωμάτων.
29 Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις χρόνοις τόποις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme