Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 1

1 ἐπειδὴ πρόκειται ἡμῖν τὰ φυσικὰ θεωρῆσαι, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι, τί ποτʼ ἐστὶν ἡ φύσις ἄτοπον γὰρ πειρᾶσθαι μὲν φυσιολογεῖν, ἀγνοεῖν δʼ αὐτὸ τοῦτο, τὴν τῆς φύσεως δύναμιν. ἔστιν οὖν, κατὰ τὸν Ἀριστοτέλην, φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· πάντα γὰρ τὰ ὁρώμενα, ὅσα μήτε ὑπὸ τύχης μήτε ὑπʼ ἀνάγκης μήτʼ ἐστὶ θεῖα μήτε· τοιαύτην αἰτίαν ἔχει, φυσικὰ λέγεται καὶ φύσιν ἰδίαν ἔχει οἷον γῆ πῦρ ὕδωρ ἀὴρ φυτὰ ζῷα· ἔτι δὲ ταῦτα τὰ γινόμενα, ὄμβροι χάλαζαι κεραυνοὶ πρηστῆρες ἄνεμοι ταῦτα γὰρ ἀρχὴν ἔχει τινα· οὐ γὰρ ἐξ αἰῶνος ἕκαστον τούτων ἐστὶν ἀλλʼ ἀπό τινος ἀρχῆς γίνεται· καὶ ταῦτα μέντοι, οἷον ζῷα φυτά, ἀρχὴν γενέσεως ἔχει· ἐν δὴ τούτοις ἡ φύσις ἀρχὴ τὸ πρῶτόν ἐστι καὶ οὐ μόνον κινήσεως ἀλλὰ καὶ ἠρεμίας ὅσα γὰρ ἀρχὴν κινήσεως ἔλαβε, ταῦτα δύναται λαβεῖν καὶ τελευτήν. διὰ τοῦτο οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας

Τίνι διαφέρει ἀρχὴ καὶ στοιχεῖα.

2 οἱ μὲν· οὖν περὶ Ἀριστοτέλην καὶ Πλάτωνα διαφέρειν ἡγοῦνται ἀρχὴν καὶ στοιχεῖα, Θαλῆς δʼ ὁ Μιλήσιος ταὐτὸν νομίζει ἀρχὴν καὶ στοιχεῖα. πλεῖστον δʼ ὅσον διαφέρει ἀλλήλων τὰ μὲν γὰρ στοιχεῖά ἐστι σύνθετα, τὰς δʼ ἀρχάς φαμεν εἶναι οὔτε συνθέτους οὔτʼ ἀποτελέσματα οἷον στοιχεῖα μὲν καλοῦμεν γῆν ὕδωρ ἀέρα πῦρ· ἀρχὰς δὲ λὲγομεν διὰ τοῦτο, ὅτι οὐκ ἔχει τι πρότερον ἐξ οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχὴ τοῦτο, ἀλλʼ ἐκεῖνο ἐξ οὗ γεγέννηται. τῆς δὲ γῆς καὶ τοῦ ὕδατος ἔστι τινὰ πρότερα ἐξ ὧν γέγονεν, ἡ ὕλη ἄμορφος οὖσα καὶ ἀειδής, καὶ τὸ εἶδος ὃ καλοῦμεν ἐντελέχειαν, καὶ ἡ στέρησις. ἁμαρτάνει οὖν ὁ Θαλῆς στοιχεῖον καὶ ἀρχὴν λέγων τὸ ὕδωρ,

Περὶ τῶν ἀρχῶν τί εἰσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme