Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 1

3 Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν ὅλων τὸ πῦρ· ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου, κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆν γίνεσθαι, ἔπειτʼ ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δʼ ἀέρα γίνεσθαι πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα· τέλος δέ, ὅτι καὶ εἰς τοῦτο ἀναλύεται τὰ πάντα.
3 Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος κατὰ Δημόκριτον φιλοσοφήσας ἔφη τὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀίδια, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτʼ ἀλλοιωθῆναι εἶναι δʼ αὐτὰ λόγῳ θεωρητά ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχῆμα μέγεθος βάρος. Δημόκριτος μὲν γὰρ ἔλεγε δύο, μέγεθὸς τε καὶ σχῆμα, ὁ δʼ Ἐπίκουρος τούτοις καὶ τρίτον, τὸ βάρος, προσέθηκεν · ἀνάγκη γάρ φησὶ κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ ·, ἐπεὶ οὐ κινηθήσεται εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων ἀπερίληπτα οὐκ ἄπειρα μὴ γὰρ εἶναι μήτʼ ἀγκιστροειδεῖς μήτε τριαινοειδεῖς μήτε κρικοειδεῖς · ταῦτα γὰρ τὰ σχήματα εὔθραυστά ἐστιν · αἱ δʼ ἄτομοι ἀπαθεῖς ἄθραυστοι, ἴδια δʼ ἔχειν σχήματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος, οὐχ ὅτι ἐστὶν ἐλαχίστη ἀλλʼ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε, ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει καὶ ἀπαθῆ , ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές· καὶ γὰρ ἔστι στοιχεῖα ἀεὶ ὄντα καὶ ζῷα κενὰ καὶ ἡ μονάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme