Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 2

7 Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι σῶμα· μεθʼ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν , τῶν δʼ ὑπʼ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω τοῖς. δὲ βαρέσι τὴν κάτω.
7 Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδʼ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν.

Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι.

8 Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν; ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ, προνοίας, ἵνʼ ἃ μὲν ἀοίκητα γένηται ἃ δʼ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν.
8 Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθʼ ὃ καὶ τὸν ὅλον κόσμον.

Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν.

9 οἱ μὲν· ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ.
9 οἱ δὲ Στωικοί, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται τὸ ἄπειρον.
9 Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλʼ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ Περὶ κενοῦ.
9 Ἀριστοτέλης μηδὲν εἶναι κενόν.
9 Πλάτων μήτʼ ἐκτὸς τοῦ κόσμου μήτʼ ἐντὸς μηδὲν εἶναι κενόν.

Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά.

10 Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφʼ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά.
10 Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.

Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία.

11 Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτω γῆς εἶναι.
11 Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα.
11 Ἀριστοτέλης ἐκ πέμπτου σώματος, πυρὸς, ἢ ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος.

Περὶ διαιρέσεως οὐρανοῦ, εἰς πόσους κύκλους διαιρεῖται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme