Book 2
29
Πλάτων Ἀριστοτέλης οἱ Στωικοὶ καὶ οἱ μαθηματικοὶ συμφώνως τὰς μὲν μηνιαίας ἀποκρύψεις συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δʼ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης
Περὶ ἐμφάσεως αὐτῆς, διὰ τί γεώδης φαίνεται.
30
οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην, διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρʼ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει.
30
Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα.
30
οἱ Στωικοὶ διὰ τὸ ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα.
Περὶ τῶν ἀποστημάτων αὐτῆς.
31
Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς,
31
οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον.
31
Ἐρατοσθένης τὸν ἣλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτώ σταδίων.
Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρόνος, καὶ τίς ὁ μέγας ἐνιαυτός.
32
ἐνιαυτός ἐστι Κρόνου μὲν, ἐνιαυτῶν περίοδος λʼ, Διὸς δὲ ιβʼ. Ἄρεος δυεῖν· ἡλίου ιβʼ μῆνες· οἱ δʼ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ σελήνης ἡμέραι λʼ· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον.
32
τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δʼ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δʼ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν· Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν ἡλιακῶν Διογένης ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι δὲ διʼ ἑπτακισχιλίων ψοζʼ.