Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 3

2 Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. ὁμοίως δʼ, αἰτιολογεῖ πωγωνίαν ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς.
2 Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου.
2 Βόηθος ἀέρος ἀνημμένου φαντασίαν.
2 Διογένης ἀστέρας εἶναι τοὺς κομήτας,
2 Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι διὸ καὶ παραυτίκα σβέννυσθαι.
2 Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βιαίαν ἔμπτωσιν σπινθηρίζειν·
2 Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα.

βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τε καὶ τυφώνων.

3 Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταυτὶ πάντα συμβαίνειν ὅταν περιληφθὲν νέφει παχεῖ βιασάμενον τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.
3 Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον ἀποτελεῖ τῇ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δʼ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ, τοῦ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν.
3 Ἀναξαγόρας, ὅταν τὸ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, τοῦτο δʼ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες, τῷ μὲν ψόφῳ τὴν βροντὴν ἀποτελεῖ τῷ δὲ παρὰ τὴν μελανίαν τοῦ νεφώδους χρώματι τὴν ἀστραπήν, τῷ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα.
3 οἱ Στωικοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστραπὴν δʼ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ· νωχελεστέραν
3 Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς ὅταν οὖν ἐντύχῃ μὲν τῇ παραβιάζηται τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον τῆς βροντῆς γίνεσθαι, τῇ δʼ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν συνεφέλκεται, θερμοτέραν μὲν ὁ πρηστὴρ παχυτέραν δʼ ὁ τυφών.

Περὶ νεφῶν ὑετῶν χιόνων χαλαζῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme