Book 3
4
Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ὅτι πλεῖστον τοῦ ἀέρος, μᾶλλον δʼ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους· χιόνα δʼ ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ, χάλαζαν δʼ ὅταν συμπεριληφθῇ τῷ ὑγρῷ πνεῦμά τι.
4
Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη.
4
ὁ δʼ Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον.
Περὶ ἴριδος.
5
τῶν μεταρσίων παθῶν τὰ μὲν καθʼ ὑπόστασιν γίνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατʼ ἔμφασιν ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ ἔστιν οὖν κατʼ ἔμφασιν ἡ ἶρις.
5
Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει. διὸ καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς.