Book 3
11
Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον, τοῦτο γὰρ εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα , τρίτην ἣν οἰκοῦμεν γῆν ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονα παρʼ ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ.
11
Παρμενίδης πρῶτος; ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς;.
Περὶ ἐγκλίσεως γῆς.
12
Λεύκιππος παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ μέρη διὰ τὴν ἐν τοῖς μεσημβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, τῶν δʼ ἀντιθέτων πεπυρωμένων.
12
Δημόκριτος διὰ τὸ. ἀσθενέστερον εἶναι τὸ μεσημβρινὸν τοῦ περιέχοντος αὐξομένην τὴν γῆν κατὰ τοῦτο ἐγκλιθῆναι τὰ γὰρ βόρεια ἄκρατα τὰ δὲ μεσημβρινὰ κέκραται ὅθεν κατὰ τοῦτο βεβάρηται, ὅπου περισσή ἐστι τοῖς καρποῖς καὶ τῇ αὔξῃ.
Περὶ κινήσεως γῆς.
13
οἱ μὲν ἄλλοι μένειν τὴν γῆν.
13
Φιλόλαος δʼ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ.
13
Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μήν γε μεταβατικῶς ἀλλὰ τρεπτικῶς; τροχοῦ δίκην ἐνηξονισμένην, ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς · περὶ τὸ ἴδιον αὐτῆς κέντρον.
13
Δημόκριτος Κατʼ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.
Περὶ διαιρέσεως γῆς.
14
Πυθαγόρας τὴν γῆν ἀναλόγως τῇ τοῦ παντὸς σφαίρᾳ διῃρῆσθαι εἰς πέντε ζώνας, ἀρκτικὴν ἀνταρκτικὴν θερινὴν χειμερινὴν ἰσημερινήν, ὧν ἡ μέση τὸ μέσον τῆς γῆς ὁρίζει, παρʼ αὐτὸ τοῦτο διακεκαυμένη καλουμένη ἡ δʼ οἰκητή ἐστιν ἡ μέση τῆς θερινῆς καὶ χειμερινῆς, εὔκρατός τις οὖσα.
Περὶ σεισμῶν γῆς.
15
Θαλῆς μὲν καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισμῶν προσάπτουσιν.
15
οἱ δὲ Στωικοί φασι σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον
15
Ἀναξιμένης ξηρότητα καὶ ὑγρότητα τῆς γῆς αἰτίαν τῶν σεισμῶν, ὧν τὴν μὲν αὐχμοὶ γεννῶσι τὴν δʼ ἐπομβρίαι.
15
Ἀναξαγόρας; ἀέρος ὑποδύσει τῇ μὲν πυκνότητι τῆς ἐπιφανείας προσπίπτοντος τῷ δʼ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι τρόμῳ τὸ περιέχον κραδαίνοντος.