Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 4

22 Ἀσκληπιάδης τὸν μὲν πνεύμονα χώνης δίκην συνίστησιν, αἰτίαν δὲ τῆς ἀναπνοῆς τὴν ἐν τῷ θώρακι λεπτομέρειαν ὑποτίθεται, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ φέρεσθαι παχυμερῆ ὄντα, πάλιν δʼ ἀπωθεῖσθαι, μηκέτι τοῦ θώρακος οἵου τʼ ὄντος μήτʼ ἐπεισδέχεσθαι μήθʼ ὑποστέγειν ὑπολειπομένου δέ τινος ἐν τῷ θώρακι λεπτομεροῦς ἀεὶ βραχέος ʽοὐ γὰρ ἅπαν ἐκκρίνεταἰ, πρὸς τοῦτο πάλιν τὸ εἴσω ὑπομένον βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρεσθαι. ταῦτα δὲ ταῖς σικύαις παρεικάζει· τὴν δὲ κατὰ προαίρεσιν ἀναπνοὴν γίνεσθαί φησι, συναγομένων τῶν ἐν τῷ πνεύμονι λεπτοτάτων πόρων καὶ τῶν βραγχίων στενουμένων τῇ γὰρ ἡμετέρᾳ ταῦθʼ ὑπακούει προαιρέσει.
22 Ἡρόφιλος δυνάμεις ἀπολείπει περὶ τὰ σώματα τὰς κινητικὰς ἐν νεύροις ἐν ἀρτηρίαις ἐν μυσί· τὸν οὖν πνεύμονα νομίζει μόνον ὀρέγεσθαι διαστολῆς τε καὶ συστολῆς φυσικῶς· εἶτα δὲ καὶ τἆλλα. ἐνέργειαν μὲν οὖν εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος ὁλκήν ὑπὸ δὲ τῆς πληρώσεως τῆς θύραθεν γινομένης ἐφέλκεται παρακειμένως δὲ διὰ τὴν δευτέραν ὄρεξιν ἐφʼ αὑτὸν ὁ θώραξ τὸ πνεῦμα μετοχετεύει, πληρωθεὶς δὲ καὶ μηκέτι ἐφέλκεσθαι δυνάμενος πάλιν εἰς τὸν πνεύμονα τὸ περιττὸν ἀντιμετερᾷ, διʼ οὗ πρὸς τὰ ἐκτὸς τὰ τῆς ἀποκρίσεως γίνεται, τῶν σωματικῶν μερῶν ἀντιπασχόντων ἀλλήλοις. ὅτε μὲν γὰρ διαστολὴ ὅτε δὲ συστολὴ γίνεται πνεύμονος, ταῖς ἀλλήλων ἀντιμεταλήψεσι πληρώσεώς τε καὶ κενώσεως γινομένης, ὡς τέσσαρας μὲν γίνεσθαι κινήσεις περὶ τὸν πνεύμονα, τὴν μὲν πρώτην καθʼ ἣν ἔξωθεν ἀέρα δέχεται, τὴν δὲ δευτέραν καθʼ ἣν τοῦθʼ ὅπερ ἐδέξατο θύραθεν ἐντὸς αὑτοῦ πρὸς τὸν θώρακα μετερᾷ, τὴν δὲ τρίτην καθʼ ἣν τὸ ἀπὸ τοῦ θώρακος συστελλόμενον αὖθις εἰς αὑτὸν ἐκδέχεται, τὴν δὲ τετάρτην καθʼ ἣν τὸ ἐξ ὑποστροφῆς ἐν αὐτῷ γινόμενον θύραζε ἐξερᾷ τούτων δὲ τῶν κινήσεων δύο μὲν εἶναι διαστολάς, τὴν τʼ ἔξωθεν τὴν τʼ ἀπὸ τοῦ θώρακοσΣ· δύο δὲ συστολάς, τὴν μὲν ὅταν ὁ θώραξ ἐφʼ αὑτὸν τὸ πνευματικὸν ἑλκύσῃ, τὴν δʼ ὅταν αὐτὸς εἰς τὸν ἐκτὸς ἀέρα ἀποκρίνῃ δύο γὰρ μόναι γίνονται περὶ τὸν θώρακα, διαστολὴ μὲν ὅταν ἀπὸ τοῦ πνεύμονος ἐφέλκηται, συστολὴ δʼ ὅταν τούτῳ πάλιν ἀνταποδιδῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme