Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 4

5 οἱ δʼ ἐν τῷ τραχήλῳ τῆς καρδίας, οἱ δʼ ἐν τῷ περικαρδίῳ ὑμένι, οἱ δʼ ἐν τῷ διαφράγματι. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος.
5 Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.

Περὶ κινήσεως ψυχῆς.

6 Πλάτων ἀεικίνητον μὲν τὴν ψυχήν, τὸν δὲ νοῦν ἀκίνητον τῆς μεταβατικῆς· κινήσεως.
6 Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν καθάπερ τὰ εἴδη τῶν σωμάτων.

Περὶ ἀφθαρσίας ψυχῆς.

7 Πυθαγόρας Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχήν.
7 ἐξιοῦσαν γὰρ εἰς τὴν τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν πρὸς τὸ ὁμογενὲς
7 οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι τὴν μὲν ἀσθενεστέραν ἅμα τοῖς συγκρίμασι γίνεσθαι, ταύτην δʼ εἶναι τῶν ἀπαιδεύτων τὴν δʼ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως
7 Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδιαφθειρομένην,
7 Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλʼ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπάρχειν· τὸ δʼ ἄλογον φθαρτόν.

Περὶ αἰσθήσεων καὶ αἰσθητῶν.

8 οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν αἴσθησίς ἐστιν ἀντίληψις διʼ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία ἡ καταληπτικὴ διʼ αἰσθητηρίου γίνονται, καὶ · αὐτὸ τὸ ἡγεμονικόν, ἀφʼ οὗ συνίσταται. πάλιν δʼ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.
8 Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα ὅπερ ἐστὶ τὸ ἐνέργημα ὥστε διχῶς παρʼ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα.
8 Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός,· ἡ μὲν γὰρ δύναμις ψυχῆς τὸ δʼ ὄργανον σώματος ἄμφω δὲ· διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται.
8 Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.

Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ αἱ φαντασίαι.

9 οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme