Book 5
8
τῶν ἰατρῶν τινες παρὰ τὸ διαστρέφεσθαι τότε τὴν μήτραν ἐμπνευματουμένην.
Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει.
9
Διοκλῆς ὁ ἰατρὸς ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίας σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος ἢ διὰ τὸ τοιοῦτον, ἐν ᾧ τὸ ζῳοποιητικὸν οὐκ ἔστιν· ἢ διὰ θερμασίας ἢ ψύξεως ἢ ὑγρασίας ἢ ξηρότητος ἔνδειαν ἢ κατὰ παράλυσιν τῶν μορίων.
9
οἱ δὲ Στωικοὶ κατὰ λοξότητα τοῦ καυλοῦ; μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας.
9
Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις, ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ· μικροτέρα.
Πῶς δίδυμα καὶ τρίδυμα γίνεται.
10
Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος.
10
Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχουσʼ εἶναι γὰρ σπέρματα γονιμώτατα.
10
Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις, ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη , τότε ἐπισύλληψιν δέχεσθαι.
10
οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.
Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις καὶ τῶν προγόνων.
11
Ἐμπεδοκλῆς ὁμοιότητας γίνεσθαι κατʼ ἐπικράτειαν τῶν σπερματικῶν γόνων , ἀνομοιότητας δὲ τῆς ἐν τῷ σπέρματι θερμασίας ἐξατμισθείσης.
11
Παρμενίδης, ὅταν μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους τῆς μήτρας ὁ γόνος ἀποκριθῇ, τοῖς πατράσιν · ὅταν δʼ ἀπὸ τοῦ ἀριστεροῦ, ταῖς μητράσιν.
11
οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὰ σπέρματα, καὶ τὰς ὁμοιότητας ἀναπλάττεσθαι ἐκ τῶν αὐτῶν γενῶν τοὺς τύπους καὶ τοὺς χαρακτῆρας, ὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα τοῦ βλεπομένου. προΐεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα· κἂν μὲν ἐπικρατήσῃ τὸ τῆς γυναικός, ὅμοιον εἶναι τὸ γεννώμενον τῇ μητρί· ἐὰν δὲ τὸ τοῦ ἀνδρός, τῷ πατρί.
Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν.
12
οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυχθῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι τὰ παιδία.