Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 5

12 Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι τὰ βρέφη· πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν γυναῖκες, καὶ ὅμοια τούτοις ἀπέτεκον.
12 οἱ Στωικοὶ συμπαθείᾳ τῆς διανοίας κατὰ ῥευμάτων εἰσκρίσεις καὶ ἀκτίνων οὐκ εἰδώλων γίνεσθαι τὰς ἄλλων ὁμοιότητας.

Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες.

13 οἱ ἰατροὶ στεῖραι γίνεσθαι παρὰ τὴν μήτραν ἢ παρὰ τὸ πυκνοτέραν εἶναι ἢ παρὰ τὸ ἀραιοτέραν ἢ παρὰ τὸ σκληροτέραν ἢ παρά τινας ἐπιπωρώσεις ἢ σαρκώσεις ἢ παρὰ μικροθυμίαν ἢ παρʼ ἀτροφίαν ἢ παρὰ καχεξίαν ἢ παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν ἢ διὰ παρασπασμόν.
13 Διοκλῆς ἀγόνους τοὺς ἄνδρας ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίους σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος· ἢ παρὰ τὸ ἄγονον εἶναι. τὸ σπέρμα ἢ κατὰ παράλυσιν τῶν μορίων ἢ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν, ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς τὴν ἀπόστασιν τῆς μήτρας
13 οἱ Στωικοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας· αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπʼ ἀλλήλων συνελθεῖν δʼ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖται.

Διὰ τί αἱ ἡμίονοι στεῖραι.

14 Ἀλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς ἢ ψυχρότητα τὰς δὲ θηλείας παρὰ τὸ μὴ ἀναχάσκειν τὰς μήτρας, οὕτω γὰρ αὐτὸς εἴρηκεν.
14 Ἐμπεδοκλῆς διὰ τὴν σμικρότητα καὶ ταπεινότητα καὶ στενότητα τῆς μήτρας, κατεστραμμένως προσπεφυκυίας τῇ γαστρί, μήτε τοῦ σπέρματος; εὐθυβολοῦντος εἰς αὐτὴν μήτε, εἰ καὶ φθάσειεν, αὐτῆς ἐκδεχομένης.
14 Διοκλῆς δὲ μαρτυρεῖ αὐτῷ λέγων· ἐν ταῖς ἀνατομαῖς πολλάκις ἑωράκαμεν τοιαύτην μήτραν τῶν ἡμιόνων· καὶ ἐνδέχεσθαι διὰ τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας εἶναι στείρας.

Εἰ τὸ ἔμβρυον ζῷον.

15 Πλάτων ζῷον τὸ ἔμβρυον καὶ γὰρ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι.
15 οἱ Στωικοὶ μέρος εἶναι αὐτὸ τῆς γαστρί οὐ ζῷον· ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀπορρεῖν, οὕτω καὶ τὸ ἔμβρυον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme