Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 5

15 Ἐμπεδοκλῆς μὴ εἶναι μὲν ζῷον τὸ ἔμβρυον ἀλλʼ ἔμπνουν ὑπάρχειν ἐν τῇ γαστρί· πρώτην δʼ ἀναπνοὴν τοῦ ζῴου γίνεσθαι κατὰ τὴν ἀποκύησιν, τῆς μὲν ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων.
15 Διογένης γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα ἐν θερμασίᾳ δέ· ὅθεν τὸ ἔμφυτον θερμὸν τὸ ψυχρὸν εὐθέως, προχυθέντος τοῦ βρέφους, εἰς τὸν πνεύμονα ἐφέλκεσθαι.
15 Ἡρόφιλος κίνησιν ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις οὐ πνευματικήν· τῆς δὲ κινήσεως αἴτια νεῦρα τότε δὲ ζῷα γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τι τοῦ ἀέρος

Πῶς τρέφεται τὰ ἔμβρυα.

16 Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι · ὅθεν εὐθέως γεννηθὲν ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μήτρᾳ θηλάς τινας καὶ στόματα, διʼ ὧν τρέφεται.
16 οἱ Στωικοὶ διὰ τοῦ. χορίου καὶ τοῦ ὀμφαλοῦ ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς.
16 Ἀλκμαίων διʼ ὅλου τοῦ σώματος τρέφεσθαι ἀναλαμβάνειν γὰρ . αὐτῷ ὥσπερ σπογγιά τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά.

Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί.

17 οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι.
17 Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὡς τρόπιν νεώς.
17 Ἀλκμαίων τὴν κεφαλήν, ἐν ἔστι τὸ ἡγεμονικόν
17 οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ αἱ φλέβες καὶ αἱ ἀρτηρίαι.
17 οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός
17 ἄλλοι δὲ τὸν ὀμφαλόν.

Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα.

18 Ἐμπεδοκλῆς, ὅτε ἐγεννᾶτο τὸ τῶν ἀνθρώπων γένος ἐκ τῆς γῆς, τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου διὰ τὸ βραδυπορεῖν τὸν ἥλιον τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ δεκάμηνος· προϊόντος δὲ τοῦ χρόνου, τοσαύτην γενέσθαι τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ ἑπτάμηνος· διὰ τοῦτο καὶ τὰ δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα τῆς φύσεως τοῦ κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ ᾗ τίθεται νυκτὶ τὸ βρέφος.
18 Τίμαιος δʼ οὐ δώδεκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων τῆς πρώτης συλλήψεως· οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme