Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 5

21 Ἀσκληπιάδης; ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμότερα εἶναι τὴν διάρθρωσιν γίνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς· πολλάκις δὲ καὶ ἐνδοτέρω πληροῦσθαι δʼ ἐντὸς τῆς πεντηκοστῆς τοῖς μορίοις· ἐπὶ δὲ τῶν θηλυκῶν ἐν διμήνῳ διαρθροῦσθαι ἐν τετραμήνῳ δὲ τελειοῦσθαι διὰ ἐνδεῖν τοῦ θερμοῦ· τὰ· δὲ τῶν ἀλόγων ζῴων ὁλοτελῆ παρὰ τὰς συγκράσεις τῶν στοιχείων.

Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν ἡμῖν γενικῶν μορίων.

22 Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γεννᾶσθαι ἐκ τῶν ἴσων τῇ κράσει τεττάρων στοιχείων τὰ δὲ νεῦρα πυρὸς καὶ γῆς, ὕδατι διπλασίονι μιχθέντων τοὺς δʼ ὄνυχας τοῖς ζῴοις γεννᾶσθαι, τῶν νεύρων καθὸ τῷ ἀέρι συνέτυχε περιψυχθέντων· ὀστᾶ δὲ δυεῖν μὲν ὕδατος καὶ τῆς ἔσω γῆς, τεττάρων δὲ πυρὸς καὶ γῆς τοσούτων συγκραθέντων μερῶν ἱδρῶτα δὲ καὶ δάκρυον γίνεσθαι τοῦ σωματικοῦ οὕτως .

Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος.

23 Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός· τὰ γὰρ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ, σπέρματα, ἀτελῆ δʼ ἐστὶν ἄγονα καὶ ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος. περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.

Πῶς ὕπνος γίνεται καὶ θάνατος.

24 Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμόρρους φλέβας ὕπνον γίνεσθαί φησι, τὴν δʼ ἐξέγερσιν διαχύσει, τῇ δὲ παντελεῖ ἀναχωρήσει θάνατον.
24 Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον καταψύξει τοῦ ἐν τῷ αἵματι θερμοῦ συμμέτρῳ γίνεσθαι, τῆ δὲ παντελεῖ θάνατον.
24 Διογένης, εἰ ἐπὶ πᾶν τὸ αἷμα διαχεόμενον πληρώσει μὲν τὰς φλέβας τὸν δʼ ἐν αὐταῖς περιεχόμενον ἀέρα ὤσει εἰς τὰ στέρνα καὶ τὴν ὑποκειμένην γαστέρα, ὕπνον γεγενῆσθαι καὶ θερμότερον ὑπάρχειν τὸν θώρακα ἐὰν δʼ ἅπαν τὸ ἀερῶδες ἐκ τῶν φλεβῶν ἐκλίπῃ, θάνατον συντυγχάνειν.
24 Πλάτων οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος οὐ κατʼ ἀναχαλασμόν, καθάπερ ἐπὶ τῆς γῆς, φερομένου δʼ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον · ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γεγενῆσθαι θάνατον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme