Book 5
Ποτέρου ἐστὶν ὕπνος καὶ θάνατος, ψυχῆς ἢ σώματος.
25
Ἀριστοτέλης κοινὸν μὲν τὸν ὕπνον σώματος καὶ ψυχῆς· αἴτιον δʼ αὐτῷ τὸ ἀναθυμιαθὲν ὑγρὸν· ἀπὸ τοῦ θώρακος εἰς τοὺς περὶ τὴν κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς ἢ τὸ ἐν τῇ καρδίᾳ περιψυχθὲν θερμόν· τὸν δὲ θάνατον εἶναι παντελῆ κατάψυξιν · θάνατον δʼ εἶναι μόνου τοῦ σώματος οὐ ψυχῆς ταύτης γὰρ οὐχ ὑπάρχει θάνατος.
25
Ἀναξαγόρας κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον σωματικὸν γὰρ εἶναι τὸ πάθος οὐ ψυχικόν· εἶναι δὲ καὶ ψυχῆς θάνατον τὸν διαχωρισμόν.
25
Λεύκιππος οὐ μόνον σώματος γίνεσθαι, ἀλλὰ κράσει τοῦ λεπτομεροῦς πλείονι τῆς ἐκκράσεως τοῦ ψυχικοῦ θερμοῦ, τὸν πλεονασμὸν αἴτιον θανάτου· ταῦτα δʼ εἶναι πάθη σώματος οὐ ψυχῆς.
25
Ἐμπεδοκλῆς τὸν θάνατον γεγενῆσθαι διαχωρισμὸν τοῦ πυρώδους καὶ γεώδους, ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν εἶναι τὸν θάνατον σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμὸν τοῦ πυρώδους
Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα.
26
Πλάτων Ἐμπεδοκλῆς καὶ τὰ φυτὰ ἔμψυχα ζῷα· φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντετα μένους ἔχειν τοὺς κλάδους καὶ ἐν ταῖς ἐπαναγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη.
26
Ἀριστοτέλης ἔμψυχα μὲν οὐ μὴν ζῷα τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά.
26
οἱ Στωικοὶ δὲ καὶ οἱ Ἐπικούρειοι οὐκ ἔμψυχα τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κεκινῆσθαι οὐ διὰ ψυχῆς.