Book 1
22
Βαβυλωνίους τε καὶ Χαλδαίους σοφοὺς τὰ οὐράνια ᾅδουσιν οἱ συγγραφεῖς· μύρμηκες δὲ οὔτε ἐς οὐρανὸν ἀναβλέποντες οὔτε τὰς τοῦ μηνὸς ἡμέρας ἐπὶ δακτύλων ἀριθμεῖν ἔχοντες ὅμως δῶρον ἐκ φύσεως εἰλήχασι παράδοξον· τῇ γὰρ ἡμέρᾳ τοῦ μηνὸς τῇ νέᾳ ἔσω τῆς ἑαυτῶν στέγης οἰκουροῦσι, τὴν ὀπὴν οὐχ ὑπερβαίνοντες ἀλλὰ ἀτρεμοῦντες.
23
οἰκία τῷ σαργῷ τῷ ἰχθύι πέτραι τε καὶ σήραγγες, ἔχουσαι μέντοι διασφάγας μικρὰς, ὡς αὐγὴν ἡλίου κατιέναι καὶ φωτὸς ὑποπιμπλάναι τὰς διαστάσεις τάσδε· χαίρουσι γὰρ οἱ σαργοὶ φωτὶ μὲν παντί, τῆς δὲ ἀκτῖνος τοῦ ἡλίου καὶ μᾶλλον διψῶσιν. οἰκοῦσι δὲ ἐν ταὐτῷ πολλοί· δίαιται δὲ αὐτοῖς καὶ ἤθη τὰ τῆς θαλάσσης βράχη, καὶ τῇ γῇ γειτνιῶσι μάλα ἀσμένως. φιλοῦσι δέ πως αἶγας ἰσχυρῶς. ἐὰν γοῦν πλησίον τῆς ᾐόνος νεμομένων ἡ σκιὰ μιᾶς ἢ δευτέρας ἐν τῇ θαλάττῃ φανῇ, οἳ δὲ ἀσμένως προσνέουσι καὶ ἀναπηδῶσιν, ὡς ἡδόμενοι, καὶ προσάψασθαι τῶν αἰγῶν ποθοῦσιν ἐξαλλόμενοι, καίτοι οὐ πάνυ τι ὄντες ἁλτικοὶ τὴν ἄλλως· νηχόμενοι δὲ καὶ ὑπὸ τοῖς κύμασιν ὅμως τῆς τῶν αἰγῶν ὀσμῆς ἔχουσιν αἴσθησιν, καὶ ὑφʼ ἡδονῆς προελθεῖν ἐπʼ αὐτὰς σπεύδουσιν. ἐπεὶ τοίνυν δυσέρωτές εἰσιν, ἐξ ὧν ποθοῦσιν ἐκ τούτων ἁλίσκονται. ἁλιεὺς γὰρ ἀνὴρ αἰγὸς δορᾷ ἑαυτὸν περιαμπέχει, σὺν αὐτοῖς τοῖς κέρασι δαρείσης αὐτῆς· λαμβάνει δὲ ἄρα τὸν ἥλιον κατὰ νώτου ἐπιβουλεύων ὁ θηρατὴς τῇ ἄγρᾳ, εἶτα καταπάττει τῆς θαλάττης, ὑφʼ ἣν οἰκοῦσιν οἱ προειρημένοι, ἄλφιτα αἰγείῳ ζωμῷ διαβραχέντα. ἑλκόμενοι δὲ οἱ σαργοὶ ὡς ὑπό τινος ἴυγγος τῆς ὀσμῆς τῆς προειρημένης προσίασι, καὶ σιτοῦνται μὲν τῶν ἀλφίτων, κηλοῦνται δὲ ὑπὸ τῆς δορᾶς. αἱρεῖ δὲ αὐτῶν πολλοὺς ἀγκίστρῳ σκληρῷ καὶ ὁρμιᾷ λίνου λευκοῦ· ἐξῆπται δὲ οὐχὶ καλάμου, ἀλλὰ ῥάβδου κρανείας· δεῖ γὰρ τὸν ἐμπεσόντα ἀνασπάσαι ῥᾷστα, ἵνα μὴ τοὺς ἄλλους ἐκταράξῃ. θηρῶνται δὲ καὶ ἀπὸ χειρός, ἐάν τις τὰς ἀκάνθας, ἃς ἐγείρουσιν ἐς τὸ ἑαυτοῖς ἀμύνειν, ἐς τὸ κάτω μέρος ἀπό γε τῆς κεφαλῆς ἡσυχῆ κατάγων εἶτα κλίνῃ καὶ πιέσας τῶν πετρῶν ἐκσπάσῃ, ἐς ἃς ἑαυτοὺς ὑπὲρ τοῦ λαθεῖν ὠθοῦσιν.