Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 1

11 μελιττῶν δὲ ἡλικίαν διαγνοίη τις ἂν τὸν τρόπον τοῦτον. αἱ μὲν αὐτοετεῖς στιλπναί τέ εἰσι καὶ ἐοίκασιν ἐλαίῳ τὴν χρόαν· αἱ δὲ πρεσβύτεραι τραχεῖαι καὶ ἰδεῖν καὶ προσψαῦσαι γίνονται, ῥυσαὶ δὲ ὁρῶνται διὰ τὸ γῆρας· ἐμπειρότεραι δέ εἰσιν αὗται καὶ τεχνικώτεραι, παιδεύσαντος αὐτὰς τὴν ἐπὶ τῷ μέλιτι σοφίαν τοῦ χρόνου. ἔχουσι δὲ καὶ μαντικῶς, ὥστε καὶ ὑετῶν καὶ κρύους ἐπιδημίαν προμαθεῖν· καὶ ὅταν τούτων τὸ ἕτερον ἢ καὶ ἀμφότερα ἔσεσθαι συμβάλωσιν, οὐκ ἐπὶ μήκιστον ἐκτείνουσι τὴν πτῆσιν, ἀλλὰ περιποτῶνται τοῖς σμήνεσι, καὶ οἱονεὶ περιθυροῦσιν. ἐκ δὴ τούτων οἱ μελιττουργοὶ οἰωνισάμενοι προλέγουσι τοῖς γεωργοῖς τὴν μέλλουσαν ἐπιδημίαν τοῦ χειμῶνος. δεδοίκασι δὲ ἄρα οὐ τοσοῦτον τὸ κρύος αἱ μέλιτται, ὅσον τὸν ὄμβρον τὸν πολὺν καὶ τὸν νιφετόν. ἐναντίαι δὲ πολλάκις τοῦ πνεύματος πέτονται, καὶ βραχεῖαν λίθον ἐν τοῖς ποσὶ κομίζουσι καὶ τοσαύτην ὅσην εὔφορον αὐταῖς πετομέναις εἶναι, καὶ τρόπον τινὰ τοῦτο ἕρμα ἑαυταῖς ἐπιτεχνῶνται πρὸς τὸν ἐμπίπτοντα ἄνεμον τά τε ἄλλα καὶ ἵνα μὴ παρατρέψῃ τῆς ὀδοῦ ἡ αὔρα αὐτάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme