Book 1
14
κοσσύφῳ δὲ τῷ θαλαττίῳ ἤθη τε καὶ διατριβαὶ αἱ πέτραι καὶ αἱ σηραγγώδεις ὑποδρομαί. γαμοῦσι δὲ οὗτοι ἕκαστος πολλάς, καὶ τῶν ὀπῶν οἱονεὶ θαλάμων ταῖς νύμφαις ἀφίστανται. καὶ τοῦτο μὲν τὸ τοῦ γάμου θρυπτικὸν καὶ τὸ ἐς πολλὰς ἔχειν τὴν ὁρμὴν νενεμημένην φαίης ἂν εἶναι τρυφώντων ἐς εὐνὴν βαρβάρων καί, ὡς ἂν εἴποις σὺν παιδιᾷ σπουδάσας, βίον Μηδικόν τε καὶ Περσικόν. ἔστι δὲ ἰχθύων ζηλοτυπώτατος καὶ τὴν ἄλλως μέν, οὐχ ἥκιστα δὲ ὅταν αἱ νύμφαι τίκτωσιν αὐτῷ. εἰ δὲ λαμυρώτερον ταῦτα τῇ καταχρήσει τῶν ὀνομάτων εἴρηται, δίδωσιν ἡμῖν τὰ ἐκ τῆς φύσεως πραττόμενα τὴν τῶν τοιούτων ἐξουσίαν. αἳ μὲν γὰρ ὠδίνων ἤδη πειρώμεναι ἠρεμοῦσί τε καὶ ἔνδον μένουσιν, ὁ δὲ ἄρρην, οἷα δήπου γαμέτης, περιθυρῶν τὰς ἐπιβουλὰς φυλάττει τὰς ἔξωθεν φόβῳ τῶν βρεφῶν. ἔοικε γὰρ καὶ τὰ μήπω γεννώμενα φιλεῖν καὶ δέει πατρικῷ