Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 10

22 Βακκαῖοι ʽγένος δὲ τοῦτο Ἑσπέριονʼ τῶν ἀποθνησκόντων νόσῳ τοὺς νεκροὺς ὑβρίζοντες ὡς ἀνάνδρως καὶ μαλακῶς τεθνεώτων θάπτουσι πυρί, τοὺς δὲ ἐν πολέμῳ τὸν βίον καταστρέψαντας ὡς καλοὺς καὶ ἀγαθοὺς καὶ ἀρετῆς μετειληχότας γυψὶ προβάλλουσιν, ἱερὸν τὸ ζῷον εἶναι πεπιστευκότες. Ῥωμύλος δὲ ἄρα ἐν τῷ Παλλαντίῳ λόφῳ δώδεκα γυψὶν οἰωνισάμενος, ὡς ἀγαθῆς τῆς μαντείας ἔτυχε, μιμούμενος τῶν ὀρνίθων τὸν ἀριθμόν, τῶν Ῥωμαίων ἀρχόντων ἰσαρίθμους τοῖς τότε ὀφθεῖσιν ὄρνισι προπομπεύειν ῥάβδους ἐνομοθέτησεν. Αἰγύπτιοι δὲ Ἥρας μὲν ἱερὸν ὄρνιν εἶναι πεπιστεύκασι τὸν γῦπα, κοσμοῦσι δὲ τὴν τῆς Ἴσιδος κεφαλὴν γυπὸς πτεροῖς, καὶ τοῖς τῶν προπυλαίων ὀρόφοις ἐνετόρευσαν γυπῶν πτέρυγας. εἶπον δὲ καὶ ἀνωτέρω ὑπὲρ τοῦδε τοῦ ζῴου πολλά, ἕτερα μέντοι.
23 ἐν τῇ Κοπτῷ τῇ Αἰγυπτίᾳ τὴν Ἶσιν σέβουσιν Αἰγύπτιοι ταῖς τε ἄλλαις ἱερουργίαις καὶ μέντοι καὶ τῇ παρὰ τῶν πενθουσῶν ἢ τοὺς ἄνδρας τοὺς σφετέρους ἢ τοὺς παῖδας ἢ τοὺς ἀδελφοὺς λατρείᾳ τε καὶ θεραπείᾳ. ὄντων δὲ σκορπίων ἐνταῦθα μεγέθει μὲν μεγίστων, πληγῇ δὲ ὀξυτάτων, πείρᾳ γε μὴν σφαλερωτάτων ʽπαίσαντες γὰρ ἀναιροῦσι παραχρῆμἀ, καὶ μηχανὰς μυρίας ἐς τὴν ἐξ αὐτῶν φυλακὴν μηχανωμένων τῶν Αἰγυπτίων, ἀλλὰ αἵ γε πενθοῦσαι παρὰ τῇ θεῷ καὶ χαμαὶ καθεύδουσαι καὶ ἀνυπόδητοι βαδίζουσαι καὶ μόνον οὐ πατοῦσαι τοὺς προειρημένους σκορπίους εἶτα μέντοι ἀπαθεῖς διαμένουσι. σέβουσι δὲ ἄρα οἱ αὐτοὶ Κοπτῖται καὶ θηλείας δορκάδας καὶ ἐκθεοῦσιν αὐτάς, τοὺς δὲ ἄρρενας καταθύουσιν. ἄθυρμα δὲ εἶναι τὰς θηλείας τῆς Ἴσιδός φασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme