Book 10
24
ὁ κροκόδειλος ʽκαὶ μέντοι καὶ ταῦτα πρὸς τοῖς ἤδη διηνυσμένοις ὑπὲρ τοῦ ζῴου ἀκήκοἀ φύσει δειλός ἐστι καὶ κακοήθης δὲ καὶ πανοῦργος δεινῶς· καὶ ἁρπάζει μὲν καὶ ἐπιβουλεύει μάλα ὀξέως, πέφρικε δὲ τοὺς κτύπους πάντας, δέδοικε δὲ καὶ ἀνθρώπου βιαιοτέραν βοήν, καὶ μέντοι καὶ τοὺς εὐθαρσέστερον ἐπιόντας ὀρρωδεῖ ἰσχυρῶς. οἱ τοίνυν καλούμενοι κατὰ τὴν Αἴγυπτον Τεντυρῖται ἴσασι καὶ ὅθεν εὐχείρωτόν ἐστι τὸ θηρίον· μάλιστα δʼ ἂν τρωθείη ἐς δέον ὀφθαλμοὺς βληθεὶς ἢ μασχάλας καὶ μέντοι καὶ τὴν νηδύν. τὰ νῶτα δὲ πέφυκε καὶ τὴν οὐρὰν ἄρρηκτος· λεπίσι τε γὰρ καὶ φολίσι πέφρακται καὶ ὡς ἂν εἴποι τις ὥπλισται, καὶ ἐοίκασιν ὀστράκοις καρτεροῖς ἢ κόγχαις. οἱ τοίνυν προειρημένοι οὕτως εἰσὶ φιλόπονοι πρὸς τὴν αὐτῶν θηράν, ὡς τὸν ἐκεῖθι ποταμὸν εἰρήνην ἅγειν αὐτῶν βαθυτάτην. ἐνταῦθά τοι καὶ θαρροῦντες νήχονται, καὶ ἀθύρουσιν ἐν τῇ νήξει. ἐν Ὀμβίταις δὲ ἢ Κοπτίταις ἢ Ἀρσενοΐταις οὐδʼ