Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 10

30 εἶδος τῇ φύσει τοῦ λόγου· τὰ μὲν γὰρ μέλανα ὠκύπτερα τῷ τε σιγωμένῳ καὶ ἔνδον ἐπιστρεφομένῳ λόγῳ παραβάλλοιτο ἄν, τὰ δὲ λευκὰ τῷ προφερομένῳ τε καὶ ἀκουομένῳ ἤδη καὶ ὑπηρέτῃ τοῦ ἔνδον καὶ ἀγγέλῳ, ὡς ἂν εἴποις. ὡς μὲν οὖν μακροβιώτατόν ἐστι τὸ ζῷον καὶ δὴ εἶπον· λέγει δὲ Ἀπίων καὶ ἐπάγεται τοὺς ἐν Ἑρμοῦ πόλει ἱερέας μάρτυρας δεικνύντας οἱ ἶβιν ἀθάνατον. τοῦτο μὲν οὖν καὶ ἐκείνῳ δοκεῖ τῆς ἀληθείας ἀφεστάναι πάμπολυ, καὶ ἐμοὶ δὲ πάντως ἂν καταφαίνοιτο ψευδές. ἔστι δὲ τὴν φύσιν θερμότατον ἡ ἶβις, πολυβορώτατον γοῦν ὂν καὶ κακοβορώτατον, εἴγε ὄφεις σιτεῖται καὶ σκορπίους. ἀλλὰ τὰ μὲν πέττει ῥᾳδίως, τὰ δὲ εὐκολώτατα ἀποκρίνει. ἴδοι δʼ ἄν τις νοσοῦσαν ἶβιν σπανιώτατα. πανταχοῦ δὲ καθιεῖσα ἶβις τὸ ῥάμφος, τῶν ῥυπαρῶν καταφρονοῦσα καὶ ἐμβαίνουσα αὐτοῖς ὑπὲρ τοῦ καὶ ἐκεῖθέν τι ἀνιχνεῦσαι, ὅμως δʼ οὖν ἐς κοῖτον τρεπομένη λούει τε πρότερον ἑαυτὴν καὶ ἐκκαθαίρει. νεοττεύει δὲ ἐπὶ τῶν φοινίκων τοὺς αἰλούρους ἀποδιδράσκουσα· οὐ γάρ τί που ῥᾳδίως ἐκεῖνο τὸ ζῷον ἀναρριχᾶται καὶ ἀνέρπει κατὰ τοῦ φοίνικος, ἐκ τῶν ἐξοχῶν τῶν ἐπὶ τοῦ πρέμνου πολλάκις ἀντικρουόμενόν τε καὶ ἐκβαλλόμενον. καὶ ἐκεῖνα δὲ κυνοκεφάλων εἰπεῖν ἐπὶ στόμα μοι νῦν ἀφίκετο. εἰ λάβοι κυνοκέφαλος τρωκτὰ σὺν τοῖς ὀστράκοις, ʽἀμυγδάλας φημὶ καὶ τὰς τῶν δρυῶν βαλάνους καὶ κάρυἀ, ἐκλέπει τε καὶ καθαίρει, καταγνὺς πρότερον πάνυ συνετῶς, καὶ οἶδεν ὅτι ἄρα τὸ μὲν ἔνδον ἐδώδιμόν ἐστι, τὰ δὲ ἔξω ἐκβάλλειν χρή. πίνει δὲ οἴνου, καὶ παραθέντων ἑφθὰ κρέα καὶ ὀπτὰ ἐμπίπλαται, καὶ τοῖς μὲν ἡδυσμένοις χαίρει, τοῖς δὲ ἀσπουδάστως ἑφθοῖς πάνυ ἄχθεται. φείδεται δὲ καὶ ἐσθῆτος ἐνδὺς αὐτήν, καὶ τὰ ἄλλα δρᾷ ὅσα ἀνωτέρω εἶπον. θηλῇ δὲ γυναικὸς εἰ προσαγάγοις ἔτι νήπιον, σπάσει τοῦ γάλακτος ὡς παιδίον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme