Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 10

31 τὴν δὲ θέρμουθιν ἀσπίδα, ᾗ ὄνομα ἔθεντο Αἰγύπτιοι τοῦτο, ἱερὰν εἶναί φασι, καὶ σέβουσιν αὐτὴν οἱ ἐκεῖθι, καὶ τῆς Ἴσιδος τὰ ἀγάλματα ἀναδοῦσι ταύτῃ, ὥς τινι διαδήματι βασιλείῳ. λέγουσι δὲ αὐτὴν ἐπὶ δηλήσει τῶν ἀνθρώπων καὶ βλάβῃ μὴ φῦναι· ἐκεῖνο δὲ τερατεύονται, φείδεσθαι μὲν αὐτὴν τῶν ἀγαθῶν, τοὺς δὲ ἀσεβοῦντας ἀποκτιννύναι. εἰ δὲ ταῦθʼ οὕτως ἔχει, τοῦ παντὸς ἂν ἡ Δίκη τιμήσαιτο τήνδε τὴν ἀσπίδα, τιμωροῦσαν αὐτῇ καὶ ὁρῶσαν ὀξύτατα. οἳ δὲ ἐπιλέγουσιν ὅτι ἡ Ἶσις τοῖς τὰ μέγιστα πλημμελήσασιν ἐπιπέμπει αὐτήν. λέγουσι δὲ αὐτὴν Αἰγύπτιοι μόνην ἀσπίδων ἀθάνατον εἶναι, ἑκκαίδεκα γένη καὶ διαφορότητας τοῦδε τοῦ ζῴου καταλέγοντες. ἔν τε τοῖς ἱεροῖς, ὡς οἱ αὐτοί φασι, καθʼ ἑκάστην γωνίαν θαλάμας τινὰς καὶ σηκώδεις ὑποδρομὰς ἐξοικοδομοῦντες εἶτα μέντοι θερμούθεις ἐσῴκιζον, στέαρ μόσχειον βορὰν παρατιθέντες ἐκ διαστημάτων.
32 Ἄκανθον τὸν ὄρνιν ἐκ τῶν τρεφουσῶν ἀκανθῶν λαβεῖν τὸ ὄνομα οἱ σοφοὶ τὰ ὀρνίθων φασί. φθέγγεται δὲ ἄρα ἐμμελὲς καὶ εὔμουσον δεινῶς. λέγει δὲ Ἀριστοτέλης, ἐὰν τοῦδε τοῦ ἀκάνθου καὶ μέντοι καὶ τοῦ καλουμένου αἰγίθου τὸ αἷμα ἐς ταὐτὸν ἀγγεῖόν τις ἀναμίξῃ καὶ κεράσαι θελήσῃ, τὰ δὲ μὴ συνιέναι μηδʼ ἑνοῦσθαι ἐς μίαν κρᾶσιν. ἱερόν τε εἶναι τὸν ἄκανθον τῶν δαιμόνων τῶν κατὰ τὴν ὁδὸν πομπευόντων καὶ ἀγόντων τοὺς ἀνθρώπους φασί.
33 ὅτι σώφρων ἐστὶν ἡ τρυγὼν καὶ πλὴν τοῦ συννόμου, ὅτῳ καὶ συνῆλθεν ἐξ ἀρχῆς, μὴ ἄν ποτε ὁμιλήσειεν ἀσπαζομένη λέχος ὀθνεῖόν τε καὶ ἀλλότριον, ἄνω μοι λέλεκται. ἀκούω δὲ τῶν ἀκριβούντων τὴν ὑπὲρ τῶν τοιούτων ἱστορίαν καὶ λευκὰς τρυγόνας φανῆναι πολλάκις. λέγουσι δὲ αὐτὰς ἱερὰς εἶναι Ἀφροδίτης τε καὶ Δήμητρος, Μοιρῶν δὲ καὶ Ἐρινύων τὰς ἄλλας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme