Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 10

10 Εὐθηρίας γενομένης ἐλεφάντων οἷα δρῶσιν ἐς τὸ πραῧναί τε αὐτοὺς καὶ ἡμερῶσαι εἰπεῖν ἄξιον. πρῶτον μὲν ἐς ὕλην τινὰ ὀλίγον ἀφεστῶσαν τῆς τάφρου ἐν ᾗ ἐθήρασαν ἄγουσιν αὐτοὺς δεδεμένους, διαλαβόντες ταῖς σχοίνοις καὶ μήτε προθεῖν ἐπιτρέποντες μήτε αὖ πάλιν ἀφίστασθαι καὶ ἀποσπᾶν ἐς τοὐπίσω· εἶτα ἕκαστον ἐξάψαντες μεγίστου δένδρου μεμετρημένῳ διαστήματι, ὡς μήτε ἐς τὸ ἔμπροσθεν ἐπιπηδᾶν ἔχειν μήτε ἐπὶ πολὺ πάλιν ἀναχωρεῖν τοῦ σκιρτᾶν καὶ ὑβρίζειν ἐξουσίᾳ, ἀτροφίᾳ τε καὶ λιμῷ τὴν ἄγαν ἰσχὺν καὶ ῥώμην καθαιροῦσι, καὶ μέντοι καὶ τὸν θυμὸν αὐτῶν καὶ τῆς ψυχῆς τὸ ἄτρεπτον ἡσυχῆ καταμαραίνουσιν, ὡς ἐκείνους λήθην μὲν ἴσχειν τῆς τέως ἀμάχου ἀγριότητος, παραλύεσθαι δὲ τοῦ πρόσθεν θυμοῦ. προσιέναι τε τοὺς τῶν τοιούτων πωλευτὰς καὶ ἐκ χειρὸς ὀρέγειν τροφήν, τοὺς δὲ ὑπὸ τῆς χρείας ἀναγκαζομένους λαμβάνειν καὶ μὴ κακουργεῖν, βλέπειν τε ἤδη πρᾶόν τε καὶ κεκμηκός. οἱ δὲ ἄγαν αὐτῶν ἰσχυροὶ καὶ τέλειοι ἀπορρήξαντες τὰ δεσμὰ καὶ ταῖς ἀκμαῖς τῶν κεράτων καὶ ταῖς προβοσκίσιν ἀνασπῶντες τὰ δένδρα, τὰ δὲ καὶ κατάξαντες ὑπὸ ῥύμης καὶ ἐμπεσόντες ἐς αὐτά, μόγις καὶ ὀψὲ τοῦ χρόνου τὰ μὲν λιμῷ, τὰ δὲ γλυκείᾳ τροφῇ, τὰ δὲ κέντροις ἡμερώθησαν. τροφὴ δὲ ἡμερουμένοις τοῖσδε τοῖς ζῴοις ἄρτοι τε οἱ μέγιστοι καὶ κριθαὶ καὶ ἰσχάδες καὶ ἀσταφίδες καὶ κρόμμυα καὶ σκόροδα καὶ μέλι χύδην σχίνου τε καὶ φοίνικος καὶ κιττοῦ φάκελοι καὶ πᾶν ὅσον ἐδωδίμου ὕλης καὶ ἐκείνοις συντρόφου καὶ ἐκ τούτου τοι καὶ φίλης.
11 φύσεως δὲ ἰχθύων εἰσὶν ἀμαθεῖς ὅσοιπερ οὖν τελέως ἁπάντων καταψηφίζονται σιωπὴν αὐτῶν· ἐπεὶ καὶ συρίττουσί τινες καὶ γρυλλίζουσι. λύρα μὲν γρυλλίζει καὶ χρόμις καὶ κάπρος, ὡς Ἀριστοτέλης φησί· χαλκεὺς δὲ συρίττει, κόκκυξ δὲ ἄρα τὸν ὁμώνυμον ὄρνιν τῇ φωνῇ μεμιμημένος φθέγγεται παραπλήσια.
12 ἐλέφας μὲν σαρκῶν ὄγκος ἐστὶν ἰδεῖν καὶ πάνυ μέγιστος· ἐδώδιμα δὲ αὐτοῦ τὰ κρέα οὐκ ἔστιν, ὅτι μὴ ἡ προβοσκὶς καὶ τὰ χείλη τοῦ στόματος καὶ τῶν κεράτων ὁ μυελός. στέαρ δὲ ἐλέφαντος ἦν ἄρα τοῖς ἰοβόλοις ἔχθιστον· εἰ γάρ τις χρίσαιτο ἢ ἐπιθυμιάσειεν αὐτοῦ, τὰ δὲ ἀποδιδράσκει πορρωτάτω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme