Book 10
14
Αἰγύπτιοι τὸν ἱέρακα Ἀπόλλωνι τιμᾶν ἐοίκασι, καὶ τὸν μὲν θεὸν Ὧρον καλοῦσι τῇ φωνῇ τῇ σφετέρᾳ, τοὺς δὲ ὄρνιθας ἄγουσι θαυμαστούς, καὶ προσήκειν τῷ θεῷ τῷ προειρημένῳ φασὶν ὀρθῶς· οἱ γὰρ ἱέρακες ὀρνίθων μόνοι ταῖς ἀκτῖσι τοῦ ἡλίου ῥᾳδίως καὶ ἀβασανίστως ἀντιβλέποντες καὶ δυσωπούμενοι ἥκιστα πορείαν τε τὴν ἀνωτάτω ἴασι, καὶ αὐτοὺς ἡ θεία φλὸξ λυπεῖ οὐδὲ ἕν. καὶ ἀνάπαλιν μέντοι πέτεσθαι τὸν ἱέρακα οἱ ἰδόντες φασὶν ὡς ἐξ ὑπτίας νέοντα. ἔνθεν τοι καὶ πρὸς τὸν οὐρανὸν ὁρᾷ καὶ πρὸς τὸν πάντʼ ἐφορῶντα Ἥλιον μάλα ἐλευθέρως καὶ ἀτρέπτως ὁ αὐτός. ὄφεων δὲ καὶ δακέτων θηρίων ἐστὶν ἔχθιστος. οὐκ ἂν γοῦν αὐτὸν διαλάθοι οὔτε ὄφις οὔτε σκορπίος οὔτε μὴν πονηρᾶς ὕλης ἄλλο τι ἔκτοκον. ἀκροδρύων μὲν οὖν καὶ σπερμάτων ἄγευστος, σαρκῶν δὲ ἥδεται βορᾷ, καὶ πίνει αἷμα, καὶ τὰ νεόττια ἐκτρέφει τοῖς αὐτοῖς, καὶ ἐς λαγνείαν ἐστὶ δριμύτατος. τὸ δὲ αὐτοῦ τῆς κνήμης ὀστοῦν εἰ χρυσίῳ παρατεθείη, ἕλκει τε αὐτὸ καὶ ἴυγγι ἀπορρήτῳ τινὶ πρὸς ἑαυτὸ ἄγει καὶ ἕπεσθαι θέλγει, ὥσπερ οὖν ᾅδουσι τὸν Ἡρακλεώτην λίθον καταγοητεύειν πως τὸν σίδηρον. λέγουσι δὲ Αἰγύπτιοι καὶ ἐς πεντακόσια ἔτη βίου προήκειν τὸν ἱέρακα, καὶ οὔπω με πείθουσιν· ἃ δʼ οὖν ἀκούω, λέγω. ἔοικε δέ φασι καὶ Ὅμηρος ὅτι τῷ Διὸς καὶ Λητοῦς ἐστι φίλος ὑπαινίττεσθαί πως λέγων
15
βῆ δὲ κατʼ Ἰδαίων ὀρέων, ἵρηκι ἐοικὼς ὠκέι φασσοφόνῳ. ὁ κάνθαρος ἄθηλυ ζῷόν ἐστι, σπείρει δὲ ἐς τὴν σφαῖραν ἣν κυλίει· ὀκτὼ δὲ καὶ εἴκοσιν ἡμερῶν τοῦτο δράσας καὶ θάλψας αὐτήν, εἶτα μέντοι τῇ ἐπὶ ταύταις προάγει τὸν νεοττόν. Αἰγυπτίων δὲ οἱ μάχιμοι ἐπὶ τῶν δακτυλίων εἶχον ἐγγεγλυμμένον κάνθαρον, αἰνιττομένου τοῦ νομοθέτου, δεῖν ἄρρενας εἶναι πάντως πάντῃ τοὺς μαχομένους ὑπὲρ τῆς χώρας, ἐπεὶ καὶ ὁ κάνθαρος θηλείας φύσεως οὐ μετείληχεν.