Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 10

16 ἡ ὗς καὶ τῶν ἰδίων τέκνων ὑπὸ τῆς λαιμαργίας ἀφειδῶς ἔχει, καὶ μέντοι καὶ ἀνθρώπου σώματι ἐντυχοῦσα οὐκ ἀπέχεται, ἀλλʼ ἐσθίει. ταύτῃ τοι καὶ ἐμίσησαν Αἰγύπτιοι τὸ ζῷον ὡς μυσαρὸν καὶ πάμβορον. φιλοῦσι δὲ οἱ φρόνιμοι καὶ τῶν ἀλόγων τὰ πραότερα καὶ φειδοῦς ἅμα καὶ εὐσεβείας μετειληχότα προτιμᾶν. Αἰγύπτιοι γοῦν τοὺς πελαργοὺς καὶ προσκυνοῦσιν, ἐπεὶ τοὺς πατέρας γηροκομοῦσιν καὶ ἄγουσι διὰ τιμῆς. οἱ αὐτοὶ δὲ Αἰγύπτιοι καὶ χηναλώπεκας καὶ ἔποπας τιμῶσιν, ἐπεὶ οἳ μὲν φιλότεκνοι αὐτῶν, οἳ δὲ πρὸς τοὺς γειναμένους εὐσεβεῖς. ἀκούω δὲ καὶ Μανέθωνα τὸν Αἰγύπτιον σοφίας ἐς ἄκρον ἐληλακότα ἄνδρα εἰπεῖν ὅτι γάλακτος ὑείου ὁ γευσάμενος ἀλφῶν ὑποπίμπλαται καὶ λέπρας· μισοῦσι δὲ ἄρα οἱ Ἀσιανοὶ πάντες τάδε τὰ πάθη. πεπιστεύκασι δὲ Αἰγύπτιοι τὴν ὗν καὶ ἡλίῳ καὶ σελήνῃ ἐχθίστην εἶναι. ὅταν οὖν πανηγυρίζωσι τῇ σελήνῃ, θύουσιν αὐτῇ ἅπαξ τοῦ ἔτους ὗς, ἄλλοτε δὲ οὔτε ἐκείνῃ οὔτε ἄλλῳ τῳ τῶν θεῶν τόδε τὸ ζῷον ἐθέλουσι θύειν. Ἀθηναῖοι δὲ έν τοῖς μυστηρίοις καταθύουσι τὰς ὗς καὶ μάλα δικαίως· λυμαίνονται γὰρ τὰ λήια, καὶ ἐσπηδήσασαι πολλάκις τοὺς μὲν νέους τῶν ἀσταχύων καὶ οὐδέπω ὡραίους κατακλῶσι, τοὺς δὲ ἐξορύττουσιν. Εὔδοξος δέ φησι φειδομένους τοὺς Αἰγυπτίους τῶν ὑῶν μὴ θύειν αὐτάς, ἐπεὶ τοῦ σίτου σπαρέντος ἐπάγουσι τὰς ἀγέλας αὐτῶν. αἳ δὲ πατοῦσι καὶ ἐς ὑγρὰν τὴν γῆν ὠθοῦσιν, ἵνα μείνῃ ἔμβιος καὶ μὴ ὑπὸ τῶν ὀρνίθων ἀναλωθῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme