Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 10

17 ἀποσπώμενοι τῆς συνήθους γῆς οἱ ἐλέφαντες, καὶ ἐὰν ἡμερωθῶσι τὰ μὲν πρῶτα τοῖς δεσμοῖς καὶ τῷ λιμῷ, τὰ δὲ ἐπὶ τούτοις ταῖς τροφαῖς καὶ τῷ ποικίλῳ αὐτῶν, ὅμως τὸ φίλτρον τῆς θρεψαμένης χώρας οὐκ ἂν αὐτοῖς ποτε ἐξίτηλον γένοιτο. οἱ πλεῖστοι γοῦν ὑπὸ τῆς λύπης διαφθείρονται, ἤδη δέ τινες καὶ κλάοντες ἀστακτὶ καὶ ἀμέτροις τοῖς δακρύοις ἐπηρώθησαν τὴν ὄψιν. ἐσάγονται δὲ ἐς τὰς ναῦς διὰ γεφύρας, παρʼ ἑκάτερα αὐτῆς κλάδων τεθηλότων καὶ κομώντων πηγνυμένων καὶ ἄλλης ὕλης χλωρᾶς διασειομένης ἐς ἀπάτην τῶν θηρίων· εἰ γὰρ ταῦτα ὁρῷεν οἱ ἐλέφαντες, ἔτι καὶ τότε διὰ τῆς γῆς ἰέναι δοκοῦσιν, οὐδὲ ἐπιτρέπει ταῦτα ὁρᾶσθαι τὴν θάλατταν. βραχέα δέ ἐστι καὶ οὐκ ἀγχιβαθῆ τὰ πρὸ τῆς χώρας, ἐξ ἧς ἀνάγκη πλεῖν αὐτούς, καὶ αἱ ναῦς ἀφεστᾶσιν αἱ φορτίδες· καὶ διὰ ταῦτα τῆς γεφύρας δεῖ καὶ τῆς μηχανῆς τε καὶ ἐπιβουλῆς τῆς διὰ τῶν κλάδων καὶ τῆς ὕλης τῆς προειρημένης.
18 ἀκούω τὸν κριὸν τὸ ζῷον ἓξ μηνῶν χειμεριωτάτων κατὰ τῆς ἀριστερᾶς πλευρᾶς κεῖσθαι καὶ καθεύδειν, ὅταν αὐτὸν αἱρῇ καὶ περιλαμβάνῃ ὕπνος, ἀπὸ δὲ τῆς ἐαρινῆς ἰσημερίας ἔμπαλιν ἀναπαύεσθαι, καὶ κατὰ τῆς δεξιᾶς κεῖσθαι. οὐκοῦν καθʼ ἑκατέραν ἰσημερίαν τὴν κατάκλισιν ἀμείβει ὁ κριός.
19 τοὺς ἰχθῦς τοὺς φάγρους Συηνῖται μὲν ἱεροὺς νομίζουσιν, οἱ δὲ οἰκοῦντες τὴν καλουμένην Ἐλεφαντίνην τοὺς μαιώτας· φῦλον δὲ ἄρα καὶ τοῦτο ἰχθύων. ἡ δὲ ἐς ἑκάτερον τὸ γένος ἐξ ἀμφοτέρων τιμὴ τὴν γένεσιν εἴληφεν ἐντεῦθεν. ἀνιέναι τε καὶ ἀναπλεῖν τοῦ Νείλου μέλλοντος οἳ δὲ προθέουσί τε καὶ νήχονται, οἱονεὶ τοῦ νέου ὕδατος ἄγγελοι, καὶ τὰς τῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme