Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 11

22 τὸν δελφῖνα ἡ φύσις ἀεικίνητον εἰργάσατο, ὥς φασι, καὶ πέρας τούτῳ τῆς κινήσεως τὸ καὶ τοῦ βίου. ὕπνου γοῦν δεόμενος μετεωρίσας τὸ σῶμα καὶ ἀναπλεύσας ἐπʼ ἄκρον τὸ ὕδωρ, ὡς ὁρᾶσθαι πᾶς, καταδαρθάνει τηνικάδε· ἄυπνος δὲ καὶ ἄμοιρος τοῦδε τοῦ θεοῦ οὐδὲ οὗτός ἐστιν. ὅτι γοῦν καθεύδει, ὠθεῖται ἐς βυθόν, ἕως ἂν ψαύσῃ τῆς κάτω γῆς. ὅταν δὲ προσπελασθῇ αὐτῇ, διυπνίζεται κρουσθεὶς πρὸς τὸ δάπεδον, εἶτα ἀναδύνει. καὶ πάλιν ἐς ὕπνον ὑπαχθεὶς καὶ νικώμενος τοῦ θεοῦ κατολισθάνει, καὶ αὖθις ἀφυπνισθεὶς τῇ αὐτῇ κρούσει ἀναπλεῖ πάλιν. καὶ πολλάκις δρᾷ τοῦτο, μεταξὺ ἡσυχίας καὶ ἐνεργείας ὤν, οὐ μὴν ἐς ἀκινησίαν ἐκπίπτων παντελῆ ποτε.
23 ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γίνεται ἰχθὺς πλατὺς τὸ σχῆμα κατὰ τὴν βούγλωττον, ὥς φασι. καὶ φολίδας μὲν οὐ σφόδρα τραχύς ἐστι προσαψαμένῳ, τὴν χρόαν δὲ ὑπόχρυσός ἐστι, μελαίναις τε γραμμαῖς ἐς τὸ οὐραῖον ἀπὸ τῆς κεφαλῆς ἄκρας καταγέγραπται. εἴποι τις ἂν αὐτὰς εἶναι χορδὰς ἐντεταμένας· ἔνθεν τοι καὶ ὁ ἰχθὺς αὐτὸς κιθαρῳδὸς κέκληται. τὸ στόμα δὲ αὐτῷ συνίζει καὶ ἔστι μέλαν ἰσχυρῶς, ζώνῃ γε μὴν κροκοειδεῖ κατείληπται· πεποίκιλται δέ οἱ ἡ κορυφὴ διαφόρως τῇ τε χρυσοειδεῖ αὐγῇ καὶ μέντοι καὶ μελαίναις τισὶ περιγραφαῖς. καὶ πτερύγια χρυσοειδῆ ἔχει, μέλαινα δὲ αὐτῷ ἡ οὐρὰ πλὴν τῶν ἄκρων· ταῦτα δὲ λευκὰ ἰσχυρῶς. καὶ ἄλλοι δὲ ᾅδονται κιθαρῳδοὶ τίκτεσθαι. καί εἰσι πορφυροῖ μὲν τὸ πᾶν σῶμα, γραμμὰς ἐκ διαστημάτων ἔχοντες χρυσᾶς· ζώνας δʼ ἔχουσιν ἐπὶ τῇ κεφαλῇ ἴοις τοῖς ἄνθεσι παραπλησίας, τὴν μὲν πρὸ τῶν ὀφθαλμῶν μέχρι τῶν βραγχίων καθέρπουσαν, τὴν δὲ μετὰ τοὺς ὀφθαλμοὺς ἐς τὸ ἥμισυ τῆς κεφαλῆς προχωροῦσαν, τὴν δὲ περιθέουσαν κατὰ τῆς δέρης ὡς ὅρμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme