Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 11

24 πάρδαλις δὲ ἰχθὺς ἐν τῇ Ἐρυθρᾷ φύεται θαλάττῃ, ὡς οἱ θεασάμενοι λέγουσι, καὶ ἔοικε τὴν χρόαν καὶ τὰ στίγματα τὰ περιφερῆ τῇ ὀρείῳ παρδάλει. ὁ δὲ ὀξύρυγχος ὁ ἐνταῦθα γινόμενος ἔχει μὲν πρόμηκες τὸ στόμα, τοὺς δὲ ὀφθαλμοὺς χρυσοειδεῖς, τὰ δὲ βλέφαρα αὐτῷ λευκά· τῷ δὲ νώτῳ οἱ σημεῖά τε ἐπέστικται ὠχρά, καὶ πτέρυγες αὐτῷ αἱ μὲν παρʼ ἑκάτερα μέλαιναι, αἱ δὲ νωτιαῖαι λευκαί· καὶ ἡ οὐρὰ προμήκης τὸ σχῆμα, τὴν δὲ χρόαν πράσινός ἐστι, μέσην δὲ αὐτὴν διείληφε χρυσοειδὴς γραμμή.
25 τῷ Πτολεμαίῳ τῷ δευτέρῳ, ὃν καὶ Φιλάδελφον καλοῦσι, βρέφος ἐλέφαντος δῶρον ἐδόθη, καὶ τῇ φωνῇ ἐνετράφη τῇ Ἑλλάδι, καὶ λαλούντων συνίει. ἐπεπίστευτο δὲ πρὸ τοῦδε τοῦ ζῴου τῆς Ἰνδῶν μόνης φωνῆς ἐπαΐειν τοὺς ἐλέφαντας.
26 ἔοικε δὲ ἄρα καὶ ἐν τοῖς ἀλόγοις ὑπὸ τῆς φύσεως προτιμᾶσθαι τὸ ἄρρεν. ἔχει γοῦν ὁ μὲν δράκων ὁ ἄρρην τὸν λόφον καὶ τὴν ὑπήνην, ὁ δὲ ἀλεκτρυὼν καὶ οὗτος τὸν λόφον καὶ τὰ κάλλαια, ὁ δὲ ἔλαφος τὰ κέρατα, τὴν χαίτην ὁ λέων, ὁ τέττιξ τὴν φωνήν.
27 ὑπόθεσις μὲν τοῖς Ἀχαιοῖς καὶ τοῖς Τρωσὶ τοῦ πολέμου ἡ Διὸς Ἑλένη φασί, καὶ Πέρσαις πρὸς τοὺς Ἕλληνας Ἄτοσσα ἡ Δαρείου γυνὴ ποθήσασα θεραπαίνας κτήσασθαι Ἀττικάς, καὶ τοῦ μακροῦ πολέμου τοῖς Ἕλλησι τὸ πινάκιον τὸ κατὰ τῶν Μεγαρέων. Μάγνητας δὲ καὶ Ἐφεσίους ἐς πόλεμον ἀκρὶς ἐξῆψε, περιστερὰ δὲ Χάονας καὶ Ἰλλυριούς, Θηβαῖοι δʼ οἱ ἐν Αἰγύπτῳ πρὸς Ῥωμαίους ὑπὲρ κυνὸς πολεμῆσαι λέγονται.
28 λέγει τις λόγος Πυθοχάρην τὸν αὐλητὴν ἀναστεῖλαι λύκων ὁρμὴν αὐλήσαντα σύντονον καὶ γενναῖον αὔλημα. μυιῶν δὲ πλῆθος ἀνέστησε Μεγαρέας, Φασηλίτας δὲ σφῆκες, σκολόπενδραι δὲ Ῥοιτιεῖς.
29 πρόβατα ἄχολα ἐν τῷ Πόντῳ φασίν, ἐν δὲ τῇ Νάξῳ τῇ νήσῳ καὶ δίχολα.
30 ὁ μέροψ ὁ ὄρνις ταύτῃ τοι δοκεῖ δικαιότερος εἶναι τῶν πελαργῶν· οὐ γὰρ ἀναμένει γηράσαντας τρέφειν τοὺς πατέρας, ἀλλʼ ἅμα τῷ φῦσαι τὰ ὠκύπτερα τοῦτο ἐργάζεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme