Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 11

34 καὶ ἐκεῖνο δὲ ἔοικε τούτῳ καὶ ὁμολογεῖ. Κίσσος ὄνομα θεραπεύων τὸν Σάραπιν ἰσχυρῶς, ἐπιβουλευθεὶς ὑπὸ τῆς πρότερον μὲν ἐρωμένης ὕστερον δὲ γαμετῆς, καὶ ᾠὰ ὄφεως φαγών, ὠδυνᾶτο καὶ ἑαυτοῦ κακῶς εἶχε, καὶ ἐπίδοξος τεθνήξεσθαι ἦν. δεῖται δὲ τοῦ θεοῦ, ὃ δὲ προσέταξε πρίασθαι μύραιναν ζῶσαν, καθεῖναι δὲ τὴν χεῖρα ἐς τὸ ζωγρεῖον. καὶ ὁ Κίσσος πείθεται καὶ καθίησιν, ἣ δὲ ἐμφῦσα εἴχετο, ἀποσπωμένη δὲ καὶ τὴν νόσον τὴν ἐν τῷ νεανίᾳ συναπέσπασεν. ὑπηρέτις μὲν δὴ θεοῦ θεραπείας ἡ μύραινα αὕτη γενομένη ἐς ἀκοὴν τὴν ἡμετέραν ἀφίκετο.
35 Χρύσερμον δὲ ἐπὶ Νέρωνος αἷμα ἀνεμοῦντα καὶ τηκόμενον ἤδη, αἷμα ταύρου πιόντα ἰάσατο ὁ αὐτὸς οὗτος θεός. ἐγὼ δὲ λέγω ταῦτα, ὅτι ἐς τοσοῦτον ἄρα τὰ ζῷα θεοφιλῆ ἐστιν, ὡς καὶ ὑπὸ τῶν θεῶν σώζεσθαι, καὶ σώζειν ἐκείνων βουλομένων ἑτέρους. ἀτὰρ οὖν καὶ Βάσιλιν τὸν Κρῆτα ἐς νόσον φθίσεως ἐμπεσόντα ἐξάντη τοῦ τοσούτου κακοῦ ὅδε ὁ θεὸς εἰργάσατο ὀνείων κρεῶν γευσάμενον. καὶ προσέπεσε γενέσθαι αὐτῷ κατὰ τὸ ὄνομα τοῦ ζῴου· ἔφατο γὰρ ὀνησιφόρον οἱ ταύτην ἔσεσθαι τὴν θεραπείαν καὶ ἴασιν. καὶ ὑπὲρ μὲν τούτων ἀπόχρη καὶ ταῦτα.
36 ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ἐκεῖνα. αἱ ἵπποι ἐς ἁρματηλασίαν ἐπιτηδειόταται εἶναι πιστεύονται. πυνθάνομαι δὲ τοὺς ἄνδρας τοὺς πωλευτικοὺς λέγειν ὅτι ἄρα χαίρουσιν ἵπποι λουτρῷ τε καὶ ἀλοιφῇ. ὅτι δὲ καὶ μύρῳ ἐχρίοντο ἵπποι, Σιμωνίδης ἐν τοῖς ἰάμβοις λέγει. Πέρσαι δὲ μετὰ τὴν Κύρου μάχην τὴν ἐν Λυδίᾳ καμήλους τοῖς ἵπποις συντρέφουσι, τὸ δέος τῶν ἵππων τὸ ἐκ τῶν καμήλων ἐς αὐτοὺς ἐξαπτόμενον ἐκβάλλειν πειρώμενοι τῇ συντροφίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme