Book 11
37
καλεῖται δὲ σελάχια ὅσα οὐκ ἔχει λεπίδας· εἴη δʼ ἂν μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεός· δελφὶς φάλαινα φώκη. ταῦτα δὲ ἄρα μόνα τῶν ἐνύδρων ζῳοτοκεῖ. μαλάκια δὲ καλεῖται ὅσα ἀνόστεά έστι· καὶ εἴη ἂν πολύπους σηπία τευθὶς ἀκαλήφη. ταῦτά τοι καὶ αἵματος ἄμοιρα καὶ σπλάγχνων ἐστί. μαλακόστρακα δὲ ἀστακοὶ καρίδες καρκίνοι πάγουροι· ἀποδύεται δὲ καὶ τὸ γῆρας ταῦτα. ὀστρακόδερμα δὲ ὄστρεα πορφύραι κήρυκες στρόμβοι ἐχῖνοι κάραβοι. καρχαρόδοντα δὲ λύκος κύων λέων πάρδαλις. ταῦτά τοι καὶ σαρκῶν ἐσθίει. ἀμφόδοντα δὲ ἄνθρωπος ἵππος ὄνος, ἅπερ οὖν καὶ πιμελὴν ἔχει. συνόδοντα δὲ βοῦς πρόβατον αἴξ. χαυλιόδοντα δὲ ὗς ὁ ἄγριος σπάλαξ· τὸν γὰρ ἐλέφαντα οὔ φημι ὀδόντας ἔχειν ἀλλὰ κέρατα. ἔντομα δὲ σφὴξ μέλιττα· λέγουσι δὲ μηδὲ πνεύμονας ἔχειν ταῦτα. ἀμφίβια δὲ ἵππος ποτάμιος ἐνυδρὶς κάστωρ κροκόδειλος. φολιδωτὰ δὲ σαῦρος σαλαμάνδρα χελώνη κροκόδειλος ὄφις· ταῦτα δὲ καὶ τὸ γῆρας ἀποδύεται πλὴν κροκοδείλου καὶ χελώνης. μώνυχα δὲ ἵππος ὄνος. δίχηλα δὲ βοῦς ἔλαφος αἲξ οἶς χοῖρος. πολυσχιδῆ δὲ ἄνθρωπος κύων. στεγανόποδα δὲ καὶ πλατυώνυχα κύκνος χήν. γαμψώνυχα δὲ ἱέρακες ἀετοί. τὴν δὲ τῶν ἄλλων ζῴων ἰδιότητα ἀλλαχοῦ εἶπον.
38
φιλότεκνον δὲ ἄρα ζῷον ἦν καὶ ὁ χηναλώπηξ, καὶ ταὐτὰ τοῖς πέρδιξι δρᾷ. καὶ γὰρ οὗτος πρὸ τῶν νεοττῶν ἑαυτὸν κυλίει, καὶ ἐνδίδωσιν ἐλπίδα ὡς θηράσοντι αὐτὸν τῷ ἐπιόντι· οἳ δὲ ἀποδιδράσκουσιν ἐν τῷ τέως. ὅταν δὲ πρὸ ὁδοῦ γένωνται, καὶ ἐκεῖνος ἑαυτὸν τοῖς πτεροῖς ἐλαφρίσας ἀπαλλάττεται.
39
λέγουσι δὲ Αἰγύπτιοι τὸν ἱέρακα ζῶντα μὲν καὶ ἔτι περιόντα θεοφιλῆ ὄρνιν εἶναι, τοῦ βίου δὲ ἀπελθόντα καὶ μαντεύεσθαι καὶ ὀνείρατα ἐπιπέμπειν, ἀποδυσάμενον τὸ σῶμα καὶ ψυχὴν γεγενημένον γυμνήν. λέγουσι δὲ Αἰγύπτιοι καὶ τρίποδα ἱέρακα παρʼ αὐτοῖς φανῆναί ποτε, καὶ ὑγιᾶ δοκοῦσι λέγειν τοῖς πεπιστευκόσιν.