Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 11

12 οἱ δελφῖνες, τὸ μὲν φιλόμουσον αὐτῶν καὶ περὶ τὴν ᾠδὴν σπουδαῖόν τε καὶ φιλόπονον κεκήρυκταί τε καὶ ἐς πολλοὺς ἐξεφοίτησε, καὶ ὥς εἰσι φιλάνθρωποι ἄλλοι τε εἶπον καὶ ἡμεῖς ἄνω που διεξήλθομεν τῷ λόγῳ· ἐνταυθοῖ δὲ εἰπεῖν ὑπὲρ τῆς συνέσεως αὐτῶν οὐ χεῖρόν ἐστιν. ὅταν γοῦν δικτύῳ περιπέσῃ δελφίς, τὰ μὲν πρῶτα ἡσυχάζει καὶ φυγῆς οὐδέν τι μέμνηται, εὐωχεῖται δὲ τῶν συνεαλωκότων ἰχθύων, καὶ ὥσπερ ἐπὶ δαῖτα ἥκων κλητὸς εἶτα ἐμφορεῖται αὐτῶν· ὅταν δὲ αἴσθηται ἐπισυρόμενος ὅτι γίνεται τῆς γῆς πλησίον, ἐνταῦθά τοι τὸ δίκτυον διατραγὼν ἀπαλλάττεται καὶ ἔστιν ἐλεύθερος. ἐὰν δέ ποτε ἁλῷ, οἱ χαριέστεροι τῶν ἁλιέων ὁλόσχοινον αὐτοῦ διείραντες τῶν ῥινῶν ἀφῆκαν αὐτόν· ὃ δὲ οἷα τὸν ἔλεγχον αἰδούμενος οὐκέτι πλησιάζει σαγήνῃ τὸ ἐντεῦθεν. λέγει δὲ Ἀριστοτέλης ὅτι κἂν ἁλῷ καὶ δεθῇ καὶ ἐν τῇ σκάφῃ ᾖ, πολλοὶ περινήχονται δελφῖνες τὴν ἁλιάδα, καὶ ἐς τοσοῦτον πηδῶσί τε καὶ σκιρτῶσι δίκην ἱκετῶν, ἔστε παθεῖν τι τοὺς ἁλιέας, καὶ οἰκτεῖραι μὲν τὸν δεσμώτην, εἶξαι δὲ τοῖς δεομένοις καὶ ἀπολῦσαι αὐτοῖς τὸν ᾑρημένον.
13 Δάφνιδος τοῦ βουκόλου τοῦ Συρακοσίου παθόντος ὑπὸ τῆς νύμφης ταῦτα δήπου τὰ ὑμνούμενα, πέντε τροφίμους κύνας, τὸν Σάννον καὶ τὸν Πόδαργον καὶ τὴν Λαμπάδα καὶ τὸν Ἄλκιμον καὶ τὸν Θέοντα, θεασαμένους τοῦ δεσπότου τὰς πάθας ἐπʼ αὐτῷ θάνατον ἑλέσθαι φασί, καὶ πολλὰ μὲν ὀδύρασθαι πρότερον, κλαῦσαι δὲ πάμπολλα.
14 διάφορα μὲν καὶ ποικίλα τῆς τῶν ἐλεφάντων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme