Book 12
21
ἴδιον δὲ τῶν ζῴων καὶ ἡ φιλανθρωπία. ἀετὸς γοῦν ἔθρεψε βρέφος. καὶ εἰπεῖν τὸν πάντα λόγον ἐθέλω, ὡς ἂν γένηται μάρτυς ὧν προεθέμην. Βαβυλωνίων βασιλεύοντος Σευηχόρου Χαλδαῖοι λέγουσι τὸν γενόμενον ἐκ τῆς ἐκείνου θυγατρὸς τὴν βασιλείαν ἀφαιρήσεσθαι τὸν πάππον. τοῦτο ἐκεῖνος πέφρικε, καὶ ἵνα εἴπω τι καὶ ὑποπαίσας Ἀκρίσιος γίνεται ἐς τὴν παῖδα· ἐφρούρει γὰρ πικρότατα. λάθρᾳ δὲ ἠ παῖς ʽἦν γὰρ τοῦ Βαβυλωνίου σοφώτερον τὸ χρεώνʼ τίκτει ὑποπλησθεῖσα ἔκ τινος ἀνδρὸς ἀφανοῦς. τοῦτο οὖν οἱ φυλάττοντες δέει τοῦ βασιλέως ἔρριψαν ἐκ τῆς ἀκροπόλεως· ἦν γὰρ ἐνταῦθα ἀφειργμένη ἡ προειρημένη. οὐκοῦν ἀετὸς τὴν ἔτι τοῦ παιδὸς καταφορὰν ὀξύτατα ἰδών, πρὶν ἢ τῇ γῇ προσαραχθῆναι τὸ βρέφος, ὑπῆλθεν αὐτὸ καὶ τὰ νῶτα ὑπέβαλε, καὶ κομίζει ἐς κῆπόν τινα, καὶ τίθησι πεφεισμένως εὖ μάλα. ὁ τοίνυν τοῦ χώρου μελεδωνὸς τὸ καλὸν παιδίον θεασάμενος ἐρᾷ αὐτοῦ καὶ τρέφει· καὶ καλεῖται Γίλγαμος, καὶ βασιλεύει Βαβυλωνίων. εἰ δέ τῳ δοκεῖ μῦθος τοῦτο, σύμφημι πειρώμενος ἐς ἰσχὺν κατεγνωκέναι αὐτόν· Ἀχαιμένη γε μὴν τὸν Πέρσην, ἀφʼ οὗ καὶ κάτεισιν ἡ τῶν Περσῶν εὐγένεια, ἀετοῦ τρόφιμον ἀκούω γενέσθαι.
22
ἐν δὲ Κρήτῃ Ῥοκκαίας οὕτως Ἀρτέμιδος καλεῖται νεώς. ἐνταῦθα οἱ κύνες λυττῶσιν ἰσχυρῶς. ἐς ταύτην οὖν ὅταν τὴν νόσον ἐμπέσωσιν, εἶτα μέντοι ἑαυτοὺς ἐκ τῆς ἄκρας ἐπὶ τὴν κεφαλὴν ὠθοῦσιν ἐς τὴν θάλατταν.
23
ἐν τῇ Ἐλυμαίᾳ χώρᾳ νεώς ἐστιν Ἀναΐτιδος, καί εἰσιν ἐνταυθοῖ τιθασοὶ λέοντες, καὶ τοὺς ἐς τὸν νεὼν παριόντας ἀσπάζονταί τε καὶ σαίνουσι. καὶ εἰ καλοίης ἐσθίων, οἳ δὲ ὡς κλητοὶ δαιτυμόνες ἔρχονται, καὶ ὅσα ἂν ὀρέξῃς λαβόντες εἶτα ἀπίασι σωφρόνως τε καὶ κεκοσμημένως.
24
ἐν τῇ θαλάττῃ τῇ Ἐρυθρᾷ ἰχθὺς γίνεταί φασι, καὶ ὄνομα αὐτῷ ὑγρὸς φοίνιξ, καὶ γραμμὰς ἔχει μελαίνας, καὶ μεταξὺ τούτων κυαναῖς σταγόσι κατέστικται.