Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 12

4 καὶ ἐκεῖνο δὲ ὑπὲρ τῶν ἱεράκων ἀκούσας οἶδα. πρὸ τοῦ τὸν Νεῖλον ἐπιπολάζειν τῇ Αἰγύπτῳ καὶ ἐς τὰς ἀρούρας ἀνέρχεσθαι, ἀφιᾶσι τῶν πτερῶν τὰ ἤδη γηρῶντα ὥσπερ οὖν τῶν φυτῶν οἱ κλάδοι τὰ φύλλα τὰ ξηρά, καὶ ἀναφύουσι πτίλα νεαρὰ καὶ ὡραῖα οἱ ἱέρακες ὡς τὴν ἄνθην τὰ δένδρα. γένη δὲ ἱεράκων πλείονα ἄρα ἦν, καὶ ἔοικεν ὑπαινίττεσθαι καὶ Ἀριστοφάνης τοῦτο. φησὶ γοῦν ἀλλʼ ἐπέμψαμεν τρισχιλίους ἱέρακας ἱπποτοξότας. χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός. νενέμηνται δὲ καὶ ἀπεκρίθησαν θεοῖς πολλοῖς. ὁ μὲν περδικοθήρας καὶ ὠκύπτερος Ἀπόλλωνός ἐστι θεράπων φασί, φήνην δὲ καὶ ἅρπην Ἀθηνᾷ προσνέμουσιν, Ἑρμοῦ δὲ τὸν φασσοφόντην ἄθυρμα εἶναί φασιν, Ἥρας δὲ τὸν τανυσίπτερον, καὶ τὸν τριόρχην οὕτω καλούμενον Ἀρτέμιδος. μητρὶ δὲ θεῶν τὸν μέρμνον, καὶ ἄλλον ἄλλῳ θεῷ. γένη δὴ ἱεράκων ἐστὶ πάμπολλα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme