Book 12
45
τὸ τῶν δελφίνων φῦλον ὥς εἰσι φιλῳδοί τε καὶ φίλαυλοι, τεκμηριῶσαι ἱκανὸς καὶ Ἀρίων ὁ Μηθυμναῖος ἔκ τε τοῦ ἀγάλματος τοῦ ἐπὶ Ταινάρῳ καὶ τοῦ ἐπʼ αὐτῷ γραφέντος ἐπιγράμματος. ἔστι δὲ τὸ ἐπίγραμμα ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε. ὕμνον δὲ χαριστήριον τῷ Ποσειδῶνι, μάρτυρα τῆς τῶν δελφίνων φιλομουσίας, οἱονεὶ καὶ τούτοις ζωάγρια ἐκτίνων ὁ Ἀρίων ἔγραψε. καὶ ἔστιν ὁ ὕμνος οὗτος ὕψιστε θεῶν, πόντιε, χρυσοτρίαινε Πόσειδον, γαιήοχʼ, ἐγκύμονʼ ἀνʼ ἅλμαν· βραγχίοις περὶ δὲ σὲ πλωτοὶ θῆρες χορεύουσι κύκλῳ, κούφοισι ποδῶν ῥίμμασιν ἐλάφρʼ ἀναπαλλόμενοι σιμοὶ φριξαύχενες ὠκυδρόμοι σκύλακες, φιλόμουσοι δελφῖνες, ἔναλα θρέμματα κουρᾶν Νηρεΐδων θεᾶν, ἃς ἐγείνατʼ Ἀμφιτρίτα· οἵ μʼ εἰς Πέλοπος γᾶν ἐπὶ Ταιναρίαν ἀκτὰν ἐπορεύσατε πλαζόμενον Σικελῷ ἐνὶ πόντῳ, κυρτοῖσι νώτοις ὀχέοντες, ἄλοκα Νηρεΐας πλακὸς τέμνοντες, ἀστιβῆ πόρον, φῶτες δόλιοι ὥς μʼ ἀφʼ ἁλιπλόου γλαφυρᾶς νεὼς εἰς οἶδμʼ ἁλιπόρφυρον λίμνας ἔριψαν. ἴδιον μὲν δήπου δελφίνων πρὸς τοῖς ἄνω λεχθεῖσι καὶ τὸ φιλόμουσον.