Book 12
46
λόγος που διαρρεῖ Τυρρηνὸς ὁ λέγων τοὺς ὗς τοὺς ἀγρίους καὶ τὰς παρʼ αὐτοῖς ἐλάφους ὑπὸ δικτύων μὲν καὶ κυνῶν ἁλίσκεσθαι, ᾗπερ οὖν θήρας νόμος, συναγωνιζομένης δὲ αὐτοῖς τῆς μουσικῆς καὶ μᾶλλον. πῶς δέ, ἤδη ἐρῶ. τὰ μὲν δίκτυα περιβάλλουσι καὶ τὰ λοιπὰ θήρατρα, ὅσα ἐλλοχᾷ τὰ ζῷα· ἕστηκε δὲ ἀνὴρ αὐλῶν τεχνίτης, καὶ ὡς ὅτι μάλιστα πειρᾶται τοῦ μέλους ὑποχαλᾶν, καὶ ὅ τι ποτέ ἐστι τῆς μούσης σύντονον ἐᾷ, πᾶν δὲ ὅ τι γλύκιστον αὐλῳδίας τοῦτο ᾅδει. ἡσυχία τε καὶ ἠρεμία ῥᾳδίως διαπορθμεύει, καὶ ἐς τὰς ἄκρας καὶ ἐς τοὺς αὐλῶνας καὶ ἐς τὰ δάση καὶ ἐς ἁπάσας συνελόντι εἰπεῖν τὰς τῶν θηρίων κοίτας καὶ εὐνὰς τὸ μέλος ἐσρεῖ. καὶ τὰ μὲν πρῶτα παριόντος ἐς τὰ ὦτα αὐτοῖς τοῦ ἤχου ἐκπέπληγε καί που καὶ δείματος ὑποπίμπλαται, εἶτα ἄκρατος καὶ ἄμαχος αὐτὰ ἡδονὴ τῆς μούσης περιλαμβάνει, καὶ κηλούμενα λήθην ἔχει καὶ ἐκγόνων καὶ οἰκιῶν. καίτοι φιλεῖ τὰ θηρία μὴ ἀπὸ τῶν συντρόφων χωρίων πλανᾶσθαι. τὰ δʼ οὖν Τυρρηνὰ κατʼ ὀλίγον ὥσπερ ὑπό τινος ἴυγγος ἀναπειθούσης ἕλκεται, καὶ καταγοητεύοντος τοῦ μέλους ἀφικνεῖται καὶ ἐμπίπτει ταῖς πάγαις τῇ μούσῃ κεχειρωμένα.
47
ἀνθίαι δὲ βαλλόμενοι ὅταν ἁλῶσιν οἴκτιστόν εἰσι θεαμάτων, καὶ ἀποθνήσκοντες ἑαυτοὺς ἐοίκασι θρηνεῖν καὶ τρόπον τινὰ ἱκετεύειν, ὥσπερ οὖν ἄνθρωποι λῃσταῖς ἐντυχόντες ἀνοικτίστοις τε καὶ φονικωτάτοις. οἳ μὲν γὰρ αὐτῶν ἀποδιδράσκειν πειρώμενοι εἶτα τοῖς δικτύοις ἐμπαλάσσονται, ὑπεράλλεσθαι δὲ αὐτοὺς πειρωμένους τὸν λόχον εἶτα μέντοι καταλαμβάνει αἰχμή· οἳ δὲ ἀποδιδράσκοντες τόνδε τὸν θάνατον ἐς τὴν τέως πολεμίαν ἰχθύσι γῆν ἐξεπήδησαν, τὸ τέλος τοῦ βίου τὸ χωρὶς τοῦ ξίφους προῃρημένοι καὶ μάλα ἀσμένως.