Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 12

10 οἱ μύες ἀποθνήσκοντες καθʼ ἑαυτοὺς καὶ ἐκ μηδεμιᾶς ἐπιβουλῆς ἀπορρεόντων αὐτοῖς τῶν μελῶν κατὰ μικρὰ ἀπέρχονται τοῦ βίου. ἔνθεν τοι καὶ ἡ παροιμία λέγει κατὰ μυὸς ὄλεθρον, μέμνηται δὲ αὐτῆς Μένανδρος ἐν τῇ Θαΐδι. τρυγόνος δὲ λαλίστερον ἔλεγον· ἡ γάρ τοι τρυγὼν καὶ διὰ τοῦ στόματος μὲν ἀπαύστως φθέγγεται, ἤδη δὲ καὶ ἐκ τῶν κατόπιν μερῶν ὥς φασι πάμπλειστα. μέμνηται δὲ καὶ ταύτης τῆς παροιμίας ἐν τῷ Πλοκίῳ ὁ αὐτός. καὶ Δημήτριος ἐν τῇ Σικελίᾳ τῷ δράματι μέμνηται ὅτι καὶ τῇ πυγῇ λαλοῦσιν αἱ τρυγόνες. λέγουσι δὲ τοὺς μύας λαγιστάτους εἶναι, καὶ μάρτυρά γε Κρατῖνον ἐπάγονται εἰπόντα ἐν ταῖς Δραπετίσι φέρε νῦν σοι ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος. καὶ ἔτι μᾶλλον τὸν θῆλυν ἔλεγον ἐς τὰ ἀφροδίσια εἶναι λυττητικόν. καὶ πάλιν παρὰ Ἐπικράτει ἐν τῷ Χορῷ τελέως δὲ μʼ ὑπῆλθεν ἡ κατάρατος μαστροπὸς ἐπομνύουσα τὰν Κόραν τὰν Ἄρτεμιν τὰν Φερρέφατταν ὡς δάμαλις, ὡς παρθένος, ὡς πῶλος ἀδμής. ἣ δʼ ἄρʼ ἦν μυωνία. ἐς ὑπερβολὴν δὲ λαγνιστάτην αὐτὴν εἰπεῖν ἠθέλησε μυωνίαν ὅλην ὀνομάσας. καὶ Φιλήμων μῦς λευκὸς ὅταν αὐτήν τις ʽἀλλʼ αἰσχύνομαι λέγεινʼ, κέκραγε τηλικοῦτον εὐθὺς ἡ κατάρατος, ὥστʼ οὐκ ἔστι πολλάκις λαθεῖν.
11 σέβουσι δὲ Αἰγύπτιοι καὶ μέλανα ταῦρον, καὶ καλοῦσιν Ὄνουφιν αὐτόν. καὶ τὸ ὄνομα τοῦ χώρου ἔνθα τρέφεται Αἰγύπτιοι λεγέτωσαν ἡμῖν λόγοι· τραχὺ γάρ. ἀντίαι δὲ αὐτῷ τρίχες ἤπερ οὖν τοῖς ἄλλοις εἰσίν· ἴδια γάρ τοι καὶ τοῦδε ταῦτα. μέγιστος δὲ ἦν ἄρα βοῶν οὗτος καὶ ὑπὲρ τοὺς Χάονας, οὕσπερ οὖν καὶ λαρινοὺς καλοῦσι Θεσπρωτοί τε καὶ Ἠπειρῶται τῆς σπορᾶς τῆς τῶν Γηρυόνου βοῶν γενεαλογοῦντες αὐτούς. καὶ σιτεῖταί γε Ὄνουφις πόαν Μηδικὴν οὗτος.
12 ὀξύτατος δὲ ἦν ἄρα καὶ ἁλτικώτατος ἰχθύων ὁ δελφίς, ἀλλὰ καὶ τῶν χερσαίων ἁπάντων. ὑπερπηδᾷ γοῦν καὶ ναῦν, ὡς Ἀριστοτέλης λέγει, καὶ τήν γε αἰτίαν πειρᾶται προστιθέναι, καὶ ἔστιν αὕτη. συνέχει τὸ πνεῦμα, ὥσπερ οὖν καὶ οἱ ὕφυδροι κολυμβηταί· καὶ γάρ τοι καὶ ἐκεῖνοι ἐντείναντες ἔνδον τὸ πνεῦμα, ὥσπερ οὖν νευράν, εἶτα τὸ σῶμα ὡς βέλος ἀφιᾶσι. τὸ δὲ θλιβόμενόν φησιν ἔνδον ὠθεῖ τε καὶ ἐξακοντίζει αὐτούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme