Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 13

19 ἐν τῷ Ἰονίῳ πελάγει κατὰ τὸν Λευκάτην καὶ τὴν πρὸς τῷ Ἀκτίῳ θάλατταν, ἔνθα τοι καὶ τὸν χῶρον καλοῦσιν Ἤπειρον, κεφάλων εἰσὶ κατὰ ἴλας ὡς ἂν εἴποι τις ἄφθονοι νήξεις καὶ πλήθη πάμπολλα. οὐκοῦν θηρῶνται καὶ μάλα ἐκπληκτικῶς· ὁ δὲ τρόπος τῆς θήρας οὗτός ἐστι. νύκτα ἀσέληνον οἱ ἐκεῖθι ἁλιεῖς παραφυλάξαντες, ἀπὸ δείπνου γενόμενοι κατὰ δύο ἀπῆραν σκάφος, οὐκ ὄντος κύματος ἀλλὰ ἀκλύστου καὶ γαληναίας τῆς θαλάττης, εἶτα ἡσυχῆ καὶ κατὰ μικρὰ προερέττουσι· καὶ ὃ μὲν αὐτὴν ὑποκινεῖ τῷ κωπίῳ, προάγων τὴν πορθμίδα βάδην ὡς ἂν εἴποις· ἅτερος δὲ κατακλινεὶς ἐπʼ ἀγκῶνος τὸ καθʼ ἑαυτὸν μέρος ἐπιβρίθει τῆς πορθμίδος, καὶ ἐς τοσοῦτον ἐπικλίνει, εἰς ὅσον τὸ χεῖλος αὐτῆς προσπελάζει τῷ ὕδατι. οἱ κέφαλοι δὲ καὶ οἱ τούτοις ὁμοειδεῖς κεστρεῖς, ἤτοι τῇ νυκτὶ τερπόμενοι ἢ χαίροντες τῇ γαλήνῃ, τοὺς μὲν χηραμοὺς τοὺς ἑαυτῶν καὶ τοὺς φωλεοὺς ἀπολείπουσιν, ἀνανέουσι δέ, καὶ τὰ ἄκρα γε τοῦ προσώπου ὑπὲρ τὸ ὕδωρ φαίνουσι, καὶ τοσοῦτον τῆς ἐς τὸ ἄνω νήξεως ἐπιλαμβάνουσι, καὶ γίνονται τῆς ᾐόνος πλησιον. θεασάμενοι δὲ οἱ θηραταὶ πλέουσι, καὶ τὸ ῥόθιόν γε τῆς πορθμίδος ἡσυχῆ πως ὑποκυμαίνειν ἄρχεται. φεύγοντες οὖν τὴν γῆν καὶ ὑποστρέφοντες ἐς τὸ ἐπικλινὲς τῆς ἀκάτου σφᾶς αὐτοὺς ὑπωθοῦσι, καὶ εἴσω παρελθόντες ἑαλώκασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme