Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 13

24 Ξενοφῶν δὲ ὑπὲρ κυνῶν λέγει καὶ ταῦτα. δεῖν ἐς τὰ ὄρη πολλάκις ἄγειν αὐτάς, τὰ δὲ ἔργα ἧττον· τοὺς γάρ τοι τριμμοὺς τοὺς ἐκ τῶν ἐνεργῶν χωρίων λυπεῖν τε αὐτὰς καὶ σφάλλειν. λῷον δὲ εἶναι ὁ αὐτός φησιν ἐς τὰ τραχέα ἄγειν, καὶ κέρδος γε ἐκεῖνο πρὸς τούτῳ διδάσκει, εὔποδάς τε αὐτὰς γίνεσθαι καὶ ἁλτικωτέρας ἐκπονούσας τὸ σῶμα. ἴχνη δὲ ἄρα λαγὼ τοῦ μὲν χειμῶνος μακρὰ ὁρᾶσθαι λέγει διὰ τὸ μῆκος τῶν νυκτῶν, τοῦ δὲ θέρους οὐκέτι διὰ τοὐναντίον. καὶ σαφὲς ἐκ τοῦ προειρημένου τί βούλεται τὸ ἐναντίον.
25 ἵππους καὶ ἐλέφαντας ἅτε ζῷα καὶ ἐν ὅπλοις καὶ ἐν πολέμοις λυσιτελῆ τιμῶσιν Ἰνδοί, καὶ μάλα γε ἰσχυρῶς. τῷ γοῦν βασιλεῖ κομίζουσι καὶ κώμυθας, ἃς ἐμβάλλουσι ταῖς φάτναις, καὶ χιλόν, καὶ ἐπιδεικνύουσι νεαρόν τε καὶ ἀσινῆ. καὶ ἐὰν μὲν ᾖ τοιοῦτος, ἐπαινεῖ ὁ βασιλεύς· εἰ δὲ μή, κολάζει τούς τε τῶν ἐλεφάντων μελεδωνοὺς καὶ τοὺς ἱπποκόμους πικρότατα. οὐκ ἀτιμάζει δὲ οὐδὲ τὰ ἄλλα ζῷα, ἀλλὰ καὶ ἐκεῖνα προσίεται δῶρά οἱ κομιζόμενα. Ἰνδοὶ γὰρ οὐκ ἐκφαυλίζουσι ζῷον οὔτε ἥμερον οὔτε μὴν ἄγριον οὐδέν. αὐτίκα γοῦν δωροφοροῦσι τῶν ὑπηκόων οἱ διὰ τιμῆς ἰόντες γεράνους τε καὶ χῆνας ἀλεκτορίδας τε καὶ νήττας καὶ τρυγόνας τε καὶ ἀτταγᾶς προσέτι, πέρδικάς τε καὶ σπινδάλους ʽἔστι δὲ ἐμφερὲς τῷ ἀτταγᾷ τοῦτό γἐ καὶ ἐπὶ τούτοις τῶν προειρημένων βραχύτερα, βωκκαλίδας τε καὶ συκαλίδας καὶ τὰς καλουμένας κεγχρῇδας. ἐπιδεικνύουσι δὲ αὐτὰ ἀναπτύξαντες, τὸν ἐς βάθος αὐτῶν ἐλέγχοντες πιασμόν. καὶ πλοῦτον πεπιασμένων ἐλάφων τε καὶ βουβαλίδων καὶ δορκάδων καὶ ὀρύγων καὶ τῶν ὄνων τῶν ἐχόντων ἓν κέρας, ὧν καὶ ἀνωτέρω που μνήμην ἐποιησάμην, καὶ ἰχθύων δὲ γένη διάφορα κομίζουσι καὶ ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme