Book 13
28
ὁ δὲ χρύσοφρυς ἄρα ἰχθύων ἁπάντων δειλότατος ἦν. ἐν δὴ ταῖς παλιρροίαις τῆς θαλάττης, ὅταν ᾖ ὥρα Ἀρκτούρῳ σύνδρομος, ὑπονοστεῖ μὲν ἡ θάλαττα περὶ τὸ ἄκτιον, ψιλὴ δὲ ἡ ψάμμος ὑπολείπεται, καὶ αἱ ναῦς πολλάκις ἐπὶ τῆς γῆς ἑστήκασιν ὕδατος χῆραι. οὐκοῦν οἱ ἐπιχώριοι ὅρπηκας αἰγείρων χλωροὺς καὶ κομῶντας ὀξύναντες δίκην σκολόπων καὶ ἐμπήξαντες τῇ ψάμμῳ ὑπαναχωροῦσιν, εἶτα ὑποστρέψαν τὸ κῦμα ἐπισύρει ἰχθύων τῶν προειρημένων πλῆθος ἄμαχον, ὑπονοστεῖ δὲ αὖθις, καὶ ὑπολείπονται πολλοὶ χρυσόφρυες ἐν ὀλίγῳ ὕδατι, ἔνθʼ ἂν καθήμενα εὑρεθῇ καὶ κοῖλα, εἶτα ὑπὸ τοῖς κλάδοις πτήξαντες ἡσυχάζουσι· διασειομένους γὰρ αὐτοὺς καὶ διακινουμένους ὑπὸ τοῦ προσπίπτοντος πνεύματος ὀρρωδοῦσι, καὶ οὔτε σπαίρουσιν οὔτε ἀναπάλλονται. πάρεστι δὴ συλλαβεῖν ὡς αἰχμαλώτους καὶ παίειν παντὶ τῷ προσπεσόντι δειλῶν ἰχθύων δῆμον εἴποι τις ἄν. αἱροῦσι γοῦν αὐτοὺς οὐ τεχνῖται μόνοι, ἀλλὰ κἂν ἰδιώτης παρατυχὼν ᾖ, καὶ παῖδες καὶ γυναῖκες.