Book 13
3
διατριβαὶ δὲ ἰχθύων πολλαί, καὶ γίνονται οἳ μὲν ἐν ταῖς πέτραις, οἳ δὲ ἐν ταῖς ψάμμοις, ἄλλοι δὲ ἐν ταῖς πόαις. καὶ γάρ τοι καὶ πόαι θαλάττιαί εἰσι, καὶ αἳ μὲν αὐτῶν καλοῦνται βρύα, αἳ δὲ ἄμπελοι, καὶ σταφυλαί τινες, καὶ φυκία ἄλλα· ἦν δὲ ἄρα θαλαττίας πόας καὶ κράμβη ὄνομα, καὶ μνία καλεῖταί τινα ἐν αὐταῖς καὶ τρίχες. τροφὴ δὲ ἄρα τούτων ἄλλῳ ἄλλη ἦν, καὶ οὐκ ἂν πάσαιτο ἑτέρας ὁ εἰθισμένος τῇ συντρόφῳ καὶ ὁμοεθνεῖ, ὡς ἂν εἴποι τις.
4
ἀκούσειας δʼ ἂν ἁλιέων καὶ ἰχθύων τινὰ καλλιώνυμον οὕτω λεγόντων. καὶ ὑπὲρ αὐτοῦ Ἀριστοτέλης λέγει ὅτι ἄρα ἐπὶ τοῦ λοβοῦ τοῦ δεξιοῦ καθημένην ἔχει χολὴν πολλήν, τὸ δὲ ἧπαρ αὐτῷ κατὰ τὴν λαιὰν φορεῖται πλευράν. καὶ μαρτυρεῖ τούτοις καὶ ὁ Μένανδρος ἐν τῇ Μεσσηνίᾳ οἶμαι λέγων τίθημʼ ἔχειν χολήν σε καλλιωνύμου πλείω, καὶ Ἀνάξιππος ἐν Ἐπιδικαζομένῳ ἐάν με κινῇς καὶ ποιήσῃς τὴν χολὴν ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι, ὄψει διαφέροντʼ οὐδὲ ἓν ξιφίου κυνός. εἰσὶ μὲν οὖν οἳ καί φασιν αὐτὸν ἐδώδιμον, οἱ δὲ πλείους ἀντιλέγουσιν αὐτοῖς. οὐ ῥᾳδίως δὲ αὐτοῦ μνημονεύουσιν ἐν ταῖς ὑπὲρ τῶν ἰχθύων πανθοινίαις, ὧν τι καὶ ὄφελός ἐστι, ποιηταὶ θέμενοι σπουδὴν ἐς μνήμην ἔνθεσμον, Ἐπίχαρμος μὲν ἐν Ἥβας Γάμῳ καὶ Γᾷ καὶ Θαλάσσᾳ καὶ προσέτι καὶ Μώσαις, Μνησίμαχος δὲ ἐν τῷ Ἰσθμιονίκῃ.
5
βάτραχος δὲ θαλάττιος τίκτει κατὰ τοὺς ὄρνιθας ᾠὸν καὶ οὗτος. οὐ ζῳογονεῖ γὰρ ἐν ἑαυτῷ· κεφαλὴν γὰρ ἔχει καὶ τὰ ἀρτιγενῆ μεγάλην τε ἅμα καὶ τραχεῖαν, καὶ διὰ ταῦτα ὑποδέξασθαι τὰ βρέφη δείσαντα ἥκιστός ἐστιν· ἑλκοῖ γὰρ αὐτὸν καὶ κακοῖ ἐσπίπτοντα τὴν αὖθις. ἀλλὰ καὶ τικτόμενα ἂν καὶ ἐξιόντα εἰργάζετο παραπλήσια. οὔτε οὖν εὐώδινες ἐς ζῴων γένεσίν εἰσιν οὔτε μὴν κρησφύγετα τοῖς ἐκγόνοις ἀγαθά. ᾠοῦ δὲ τὴν φύσιν ἢ ἰδιότητα οὐχ ὁμολογεῖ τὸ τῶν βατράχων, τραχὺ δέ ἐστι καὶ ἐκεῖνο, καὶ ἔχει φολίδας, καὶ προσαψαμένῳ φανεῖταί σοι ἀντίτυπον.