Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 13

15 ὁ λαγὼς φέρεται θέων ᾗ ποδῶν ἔχει. ἤδη γοῦν καὶ πολὺ τῆς ὁδοῦ προλαβών, καὶ ἀπολιπὼν ἐκ πολλοῦ θηρατὰς καὶ κύνας καὶ ἵππους, ἐπί τινα λόφον ὑψηλὸν ἀναθορὼν καὶ ἑαυτὸν ἀναστήσας ἐπὶ τῶν κατόπιν ποδῶν, οἷον ἀπὸ σκοπιᾶς ὁρᾷ τὴν τῶν διωκόντων ἅμιλλαν, καί μοι δοκεῖ ὡς ἀσθενεστέρων καταγελᾶν αὐτῶν. εἶτα ἐκ τούτου θαρρήσας ὡς πλέον ἔχων, οἷον εἰρήνης καὶ γαλήνης λαβόμενος ἀσμένως ἡσυχάζει καὶ κεῖται καθεύδων. λαγὼς δὲ ὄρειος οὐχ οὕτω ταχύς, ὥσπερ οὖν οἱ τοῖς πεδίοις ἐνοικοῦντες, εἰ μή ποτε ἄρα κἀκεῖνοι πεδίον ἔχοιεν ὑποκείμενον, ἐν ᾧ κατιόντες διαθέουσι· καὶ τὸ μὲν ὄρος κατοικοῦσι, γυμνάζονται δὲ ἐνταῦθα, συνθέοντες τοῖς ἐκ τῶν πεδίων πολλάκις. φιλεῖ γοῦν ἐν μὲν τοῖς πεδίοις αὐτοὺς διώκεσθαι, καὶ τὰ μὲν ὑποκινεῖν, τὰ δὲ ὑπολανθάνειν, εἶτα ἐκ τῆς συνήθους διώξεως ἀνισταμένους ὑπεκφυγεῖν οὐδὲ εἷς. ἐπὰν δὲ ὦσιν ὁμοῦ τῷ ἁλίσκεσθαι, τῆς πεδιάδος ὁδοῦ βραχὺ ἀποκλίναντες ἐς τὰ ἀνάντη καὶ ὄρεια ἀνέθορον, ἅτε ἐς οἰκεῖα ἤθη καὶ ἔννομά σφισι σπεύδοντες, καὶ τοῦτον τὸν τρόπον ἀπιόντες οἴχονται, ἀδοκήτου σωτηρίας τυχόντες· ὀρειβασίαι γὰρ καὶ ἵπποις καὶ κυσὶν ἐχθραὶ πεφύκασιν, ἀπαγορευόντων αὐτοῖς τῶν ποδῶν καὶ ἐκτριβομένων ῥᾷστα. κυνῶν δὲ ἔτι καὶ μᾶλλον ἅπτεται τὸ πάθος· σαρκώδεις γὰρ αὐτῶν εἰσιν οἱ πόδες, καὶ ἔχουσιν οὐδὲν πρὸς τὴν πέτραν ἀντίτυπον, ὡς ἵπποι τὴν ὁπλήν. ὁ δὲ λαγὼς τοὐναντίον, πέφυκε γὰρ δασὺς τοὺς πόδας, καὶ δὴ καὶ τῶν τραχέων ἀνέχεται. ὅτῳ δέ εἰσι λαγῷ ἐν τοῖς δάσεσι καὶ ἐν τοῖς θάμνοις διατριβαί, νωθεῖς μὲν οὗτοι ἐς τὸν δρόμον, βραδεῖς δὲ ἐς τὴν φυγήν· πεπιασμένοι γὰρ οἱ τοιοίδε εἰσὶ καὶ ὑπὸ τῆς ἀργίας οὐχὶ ἠθάδες τοῦ δρόμου, ἥκιστοί τε ὡς ὅτι πορρωτάτω τῶν θάμνων ἀποφοιτᾶν. θῆραι δὲ τούτων τοιαίδε. τὰ μὲν πρῶτα διαδύονται διὰ τῶν θάμνων τῶν μικρῶν, ὅσοις μὴ συνεχὴς ἡ λόχμη, τούς γε μὴν δασυτέρους αὐτῶν, ἅτε μὴ οἷοί τε ὄντες ὑπελθεῖν, εἰκότως ὑπερπηδῶσι. πεφύκασι δὲ ἄλλοι συνεχεῖς καὶ διʼ ἀλλήλων συνυφασμένοι. ὅτου οὖν τοιοῦτοι, ἅτε πολλάκις ἀναγκαζόμενος τοῦτο δρᾶν ὁ λαγώς, καὶ διὰ τὴν βαρύτητα τὴν τοῦ σώματος οὐκ ὢν ἁλτικός, κάμνει ῥᾷστα καὶ ἀπαγορεύει. αἴ γε μὴν κύνες τὰ πρῶτα σφάλλονταί τε αὐτοῦ καὶ ἁμαρτάνουσιν· οὐ γὰρ ὁρῶσιν αὐτὸν διὰ τὴν τῆς ὕλης πυκνότητα, πηδῶσι δὲ καὶ αὗται κατὰ τῶν θάμνων ὑπὸ τῆς ὀσμῆς ἀγόμεναι· τελευτῶσαί γε μὴν εἶδον καὶ διώκουσι καὶ ἐνδιδόασιν οὐδὲ ἕν, ὃ δὲ ἐκ τῆς τοῦ πηδᾶν συνεχείας κάμνει τε καὶ ἀπαγορεύει καὶ ἐντεῦθεν ἑάλωκε. τὰ δὲ ἀνάντη μὲν καὶ ὑψηλὰ οἱ λαγῲ ἀναθέουσι ῥᾷστα· τὰ γάρ τοι κατόπιν κῶλα μακρότερα ἔχουσι τῶν ἔμπροσθεν· καταθέουσι δʼ οὐχ ὁμοίως· λυπεῖ γὰρ αὐτοὺς τῶν ποδῶν τὸ ἐναντίον. πέφυκε δὲ καὶ λαγὼς ἕτερος μικρὸς τὴν φύσιν, οὐδὲ αὔξεταί ποτε· κόνικλος ὄνομα αὐτῷ. οὔκ εἰμι δὲ ποιητὴς ὀνομάτων, ὅθεν καὶ ἐν τῇδε τῇ συγγραφῇ φυλάττω τὴν ἐπωνυμίαν τὴν ἐξ ἀρχῆς, ἥνπερ οὖν Ἴβηρες οἱ Ἑσπέριοι ἔθεντό οἱ, παρʼ οἷς καὶ γίνεται τε καὶ ἔστι πάμπολυς. τούτῳ τοίνυν ἡ μὲν χρόα παρὰ τοὺς ἑτέρους μέλαινα, καὶ ὀλίγην ἔχει τὴν οὐράν, τά γε μὴν λοιπὰ τοῖς προειρημένοις ἰδεῖν ἐμφερής ἐστι. διαλλάττει δὲ ἔτι καὶ τὸ τῆς κεφαλῆς μέγεθος· λεπτοτέρα γὰρ ἡ τούτου καὶ δεινῶς ἄσαρκος καὶ βραχυτέρα. λευκότερος δὲ τῶν λοιπῶν· λασαρὰ διετησίους φύσει, ὑφʼ ὧν οἰστρεῖταί τε καὶ ἐκμαίνεται, ὅταν ἐπὶ τὰς θηλείας ᾅττῃ. ἔστι δὲ ὀστοῦν ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅπερ οὖν τίνος ἀγαθὸν εἰδέναι μελήσει ἄλλῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme