Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 14

21 ὑπὲρ θαλαττίων μὲν κυνῶν εἴρηται ἡμῖν καὶ πολλά· κύνες δὲ οἱ ποτάμιοι ἰδεῖν μέν εἰσι κατὰ τοὺς κύνας τοὺς χερσαίους τοὺς μικρούς, λάσιοι δέ εἰσι καὶ τὴν οὐράν. λέγονται δὲ τῷ μὲν αἵματι νεῦρα ἀνθρώπων διοιδάνοντα πραΰνειν, εἰ ἐγχέοις ὕδατι καὶ ὄξει ἀναμιχθέντι· ἡ δορὰ δὲ ὑποδήματα δίδωσιν ἀγαθά, καὶ ταῦτα νεύρων χρηστά, ὥς φασιν.
22 Θύμαλον δὲ ἰχθὺν οὕτω καλούμενον τρέφει Τέκινος ʽποταμοῦ δὲ ὄνομα τοῦτο Ἰταλοὖ, καὶ μέγεθος μὲν ὅσον καὶ ἐπὶ πῆχυν προήκει, ἰδεῖν δὲ μεταξὺ λάβρακός ἐστι καὶ κεφάλου. ἄξιον δὲ αὐτοῦ ἑαλωκότος θαυμάσαι τὴν ὀσμήν· οὐ γάρ τί που προσβάλλει ἰχθυηρὸν ἀέρα κατὰ τοὺς λοιπούς, ἀλλὰ εἴποις ἂν διὰ χειρῶν κατέχειν θύμαλον νεωστὶ τρυγηθέντα, καὶ οὖν καὶ εὔοσμός ἐστι, καί τις οὐκ ἰδὼν τὸ ζῷον οἰήσεται πόαν ἔνδον εἶναι τὴν μάλιστα μελιττῶν τροφόν, ἔνθεν τοι καὶ κέκληται. λίνῳ μὲν οὖν αἱρεθείη ἂν ῥᾷστα· δελέατι δὲ καὶ ἀγκίστρῳ οὐχ αἱρήσεις αὐτόν, οὐχ ὑὸς πιμελῇ, οὐ σέρφῳ, οὐ χήμῃ, οὐκ ἰχθύος ἑτέρου ἐντέρῳ, οὐ στρόμβου τένοντι. κώνωπι δὲ αἱρεῖται μόνῳ, πονηρῷ μὲν ζῴῳ καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ἀνθρώποις ἐχθρῷ καὶ δακεῖν καὶ βοῆσαι, αἱρεῖ δὲ τὸν θύμαλον τὸν προειρημένον· φιληδεῖ γὰρ αὐτῷ μόνῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme