Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 14

5 κατειλημμένους. ἐλέφας ὁ θῆλυς, τιμιώτερα εἶναι τὰ τούτου κέρατα οἱ σοφοὶ ταῦτα ὑμνοῦσι, καὶ ἐκεῖνά γε ἡμᾶς διδάσκουσιν. ἐν τῇ Μαυρουσίᾳ γῇ οἱ ἐλέφαντες, δεκάτῳ ἔτει πάντως αὐτοῖς τὰ κέρατα ἐκπεσεῖν φιλεῖ, ὥσπερ οὖν καὶ τὰ τῶν ἐλάφων, ἀλλὰ τούτων ἀνὰ πᾶν ἔτος. οἱ τοίνυν ἐλέφαντες οἵδε γῆν πεδιάδα καὶ ἔνδροσον προαιροῦνται τῆς ἄλλης, καὶ ἀπερείδουσιν ἐς αὐτὴν τὰ κέρατα, ὀκλὰξ ἐπικύψαντες, ἐκδῦναι αὐτὰ δεινῶς σφριγῶντες. τοσοῦτον δὲ ἄρα ἐπωθοῦσιν, ὡς καὶ τελέως αὐτὰ ἀποκρύψαι· εἶτα μέντοι ὑποψήσαντες τοῖς ποσὶ λεῖον τὸν χῶρον ἀπέφηναν τὸν φρουροῦντα τὸ θησαύρισμα αὐτοῖς. γονιμωτάτη δὲ ἄρα ἡ γῆ οὖσα εἶτα ὤκιστα πόαν ἀναφύει, καὶ ἀφανίζει τὴν ὄψιν τοῦ γεγενημένου τοῖς ὁδῷ χρωμένοις. οἱ δὲ ταῦτα ἀνιχνεύοντες τὰ φώρια καί τινα σοφίαν τῆς ἐξ ἐκείνων ἐπιβουλῆς ἔχοντες ἐν ἀσκοῖς αἰγείοις ὕδωρ κομίζουσιν, εἶτα αὐτοὺς διασπείρουσι πεπληρωμένους ἄλλους ἀλλαχόσε, καὶ αὐτοὶ καταμένουσι. καὶ καθεύδει τις, καὶ ἄλλος ὑποπίνει, καί πού τις καὶ μεταξὺ ἐπιρροφῶν τῆς κύλικος ὑπαναμέλπει καὶ μέμνηται διὰ τοῦ μέλους ἧς ἐρᾷ· εἰ δὲ καὶ νέον ὡρικὸν ὑποπειρᾷ παρόντα τις καὶ αὐτὸν τῆς ἰχνεύσεως κοινωνόν, οὐκ ἂν θαυμάσαιμι· εἰσὶ γὰρ Μαυρούσιοι καὶ καλοὶ καὶ μεγάλοι, καὶ ἀνδρικὸν ὁρῶσι, καὶ ἔργων ἔχονται θηρατικῶν, καὶ μέντοι καὶ πολλοὺς ἀναφλέγουσι, μειράκια ἔτι καὶ τηλικοίδε ὄντες. οὐκοῦν εἰ τὰ κέρατα εἴη κατορωρυγμένα πλησίον ἐκεῖνα, τὰ δὲ ἴυγγί τινι ἀπορρήτῳ καὶ θαυμαστῇ τὸ ὕδωρ ἐκεῖνο ἐκ τῶν ἀσκῶν ἕλκει, καὶ ἀποδείκνυσι κενοὺς αὐτούς. ἐνταῦθά τοι σμινύαις τε καὶ μακέλλαις διασκάπτουσι τὸν χῶρον, καὶ ἔχουσι τὸ θήραμα ῥινηλατήσαντες ἄνευ κυνῶν· ἐὰν δὲ ἔμπλεῳ μείνωσιν οἱ ἀσκοὶ οὗπερ οὖν καὶ κατέθεσαν αὐτοὺς οἱ τῶν κεράτων τῶνδε θηραταί, οἳ δὲ ἀπίασιν ἐπʼ ἄλλην θήραν, καὶ μέντοι καὶ ἀσκοὺς καὶ ὕδωρ ἐπάγονται πάλιν, τὰ θήρατρα τῆς ἄγρας τῆς προειρημένης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme