Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 14

6 λέγεται δὲ καὶ ἐλέφας διπλῆν ἔχειν καρδίαν καὶ διπλᾶ νοεῖν, καὶ τῇ μὲν θυμοῦσθαι, πραΰνεσθαί γε μὴν τῇ ἑτέρα· Μαυρουσίοις δὲ ἄρα ἕπομαι λόγοις λέγων ταῦτα. ἐπεί τοι καὶ ἐκεῖνα οἱ αὐτοὶ ὑμνοῦσι, λύγκας εἶναι. φασὶ δὲ αὐτὰς παρδάλεως μὲν ἔτι καὶ πλέον σιμάς, ἄκρα γε μὴν τὰ ὦτα λασίους. θηρίον δὲ τοῦτο ἁλτικὸν δεινῶς, καὶ κατασχεῖν βιαιότατά τε καὶ ἐγκρατέστατα καρτερόν. ἔοικε δὲ ἄρα τῷ θηρίῳ τούτῳ μαρτυρεῖν καὶ Εὐριπίδης τὸ ἀπρόσωπον, ὅταν που λέγῃ ἥκει δʼ ἐπʼ ὤμοις ἢ συὸς φέρων βάρος ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος. ὑπὲρ ὅτου δὲ λέγει δύστοκον τοὺς κριτικοὺς ἐρέσθαι λῷον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme