Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 14

9 λέοντα θαλάττιον ἐοικέναι καράβῳ ἁμηγέπη καὶ ἡμεῖς ἴσμεν, λεπτότερον δὲ τὴν ἕξιν τοῦ σώματος ὁρῶμεν αὐτὸν καὶ ὑπό τι καὶ κυανοῦ προσβάλλοντα, νωθῆ δὲ καὶ ἔχοντα χηλὰς μεγίστας καὶ ταῖς τῶν καρκίνων προσεοικυίας κατὰ σχῆμα. λέγεται δὲ ὑπὸ τῶν σοφωτέρων ἁλιέων ἔχειν τινὰς ὑμένας προσηρτημένους τοῖς ὀστράκοις, ὑφʼ οἷς ὑμέσιν εἶναι σαρκία ἁπαλά, καὶ καλεῖσθαι ἐκείνου τοῦ λέοντος στέαρ ταῦτα. ὀνίνασθαι δὲ τοὺς ἀνθρώπους ἐξ αὐτῶν ἐκεῖνα. προσώπου καθαίρει χρῶτα θολερόν, καὶ ἐλαίῳ ῥόδοις ἀνακραθέντι ἐμβληθέντα καὶ γενόμενα χρῖμα ἐς ὥραν καὶ ἀγλαΐαν συμμάχεται. προσακήκοα δὲ καὶ ἐκεῖνο, τὸν ἐπὶ τῆς γῆς λέοντα δεδιέναι ἰσχυρῶς τοῦ θαλαττίου τῆς ὄψεως τὸ ἐκτράπελον, καὶ μὴ φέρειν αὐτοῦ τὴν ὀσμήν· ὡς δέδοικε δὲ καὶ ἀλεκτρυόνα ὁ αὐτός, ἀνωτέρω μοι λέλεκται. λέγουσι δὲ καὶ συντριβέντων αὐτοῦ τῶν ὀστράκων καὶ ἐμβληθείσης τῆς κόνεως ἐς ὕδωρ, πιόντα τὸν χερσαῖον λέοντα ἐξάντη γίνεσθαι νόσου λυπούσης αὐτοῦ τὴν κοιλίαν. εἰρήσθω δή μοι καὶ ταῦτα τοῦ θαλαττίου λέοντος ἴδια.
10 ὄνοι δὲ Μαυρούσιοι, ὤκιστοι δραμεῖν, παρά γε τὴν πρώτην ὁρμήν εἰσιν ὀξύτατοι, ὡς αὔρας τινὰ ἐμβολὴν δοκεῖν εἶναι ἢ καὶ νὴ Δία πτερὸν αὐτόχρημα ὄρνιθος· ταχέως δὲ κάμνουσι, καὶ αὐτοῖς οἱ πόδες ἀπαγορεύουσι, καὶ τὸ πνεῦμα ἐπιλείπει, καὶ τῆς ὠκύτητος εἰλήφασι λήθην καὶ ἑστᾶσι πεπεδημένοι, καὶ ἀφιᾶσι δάκρυα θαλερά, οὔ μοι δοκεῖν ἐπὶ τῷ μέλλοντι θανάτῳ τοσοῦτον, ὅσον ἐπὶ τῇ τῶν ποδῶν ἀσθενείᾳ. τῶν μὲν οὖν ἵππων ἀποπηδήσαντες εἶτα μέντοι περιβάλλουσιν αὐτοῖς βρόχους περὶ τὴν δέρην, καὶ τῷ ἵππῳ προσαρτήσας ἕκαστος ἄγει ὡς αἰχμάλωτον τὸν ἑαλωκότα. ὅτι δὲ μικροὶ μὲν ἰδεῖν εἰσιν οἱ Λίβυες ἵπποι, δραμεῖν δὲ ὤκιστοι, ἀνωτέρω εἶπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme