Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 15

23 τὸν ἰχθὺν τὸν πομπίλον οὐ μόνον Ποσειδῶνος λέγουσιν ἱερὸν εἶναι, ἀλλὰ καὶ τῶν ἐν Σαμοθρᾴκῃ θεῶν φίλον. ἁλιέα γοῦν τινα ἐν τοῖς ἄνω τοῦ χρόνου τιμωρίαν ὑποσχεῖν τῷδε τῷ ἰχθύι. καὶ τὸ μὲν ὄνομα ἦν ὡς λόγος τοῦ ἁλιέως Ἐπωπεύς, ἦν δὲ ἐξ Ἰκάρου τῆς νήσου, καὶ υἱὸς αὐτῷ ἦν. ἀθηρίας οὖν ποτε γενομένης ἰχθύων, ἀνήγαγε τὸν βόλον μόνους θηράσαντα πομπίλους, οὕσπερ οὖν καὶ δεῖπνον σὺν τῷ παιδὶ ὁ Ἐπωπεὺς ἔθετο. οὐκ ἐς μακρὰν δὲ δίκη τιμωρὸς μετῆλθεν αὐτόν· τῇ γὰρ ἁλιάδι αὐτοῦ κῆτος ἐπελθὸν ἐν ὄψει τοῦ παιδὸς τὸν Ἐπωπέα κατέπιε. λέγουσι δὲ καὶ τοὺς δελφῖνας πολεμίους τῷ πομπίλῳ εἶναι, οὐ μὴν οὐδὲ ἐκείνους καλῶς ἀπαλλάττειν ὅταν αὐτοῦ γεύσωνται· σφαδάζουσι γὰρ παραχρῆμα καὶ ἐκμαίνονται, καὶ ἀτρεμεῖν ἀδυνατοῦντες ἐπὶ τοὺς αἰγιαλοὺς ἐκφέρονται, καὶ ἅπαξ ἐκβρασθέντες ὑπὸ τοῦ κύματος κορώναις τε εἰναλίαις καὶ λάροις δεῖπνόν εἰσιν. λέγει δὲ Ἀπολλώνιος ὁ Ῥόδιος ἢ Ναυκρατίτης ὅτι καὶ ἄνθρωπός ποτε οὗτος ἦν, καὶ ἐπόρθμευεν. ὁ δὲ Ἀπόλλων ἠράσθη κόρης, καὶ ἐπειρᾶτο αὐτῇ ὁμιλῆσαι· ἣ δὲ ἀποδιδράσκουσα ἦλθεν ἐς Μίλητον καὶ ἐδεήθη Πομπίλου τινὸς θαλαττουργοῦ, ἵνα αὐτὴν διαγάγοι τὸν πορθμόν· ὃ δὲ ὑπήκουσεν. ἐπιφανεὶς δὲ ὁ Ἀπόλλων τὴν μὲν κόρην ἁρπάζει, τὴν δὲ ναῦν λίθον ἐργάζεται, τὸν δὲ Πομπίλον ἐς τὸν ἰχθὺν τοῦτον μετέβαλεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme