Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 15

9 γεράνων μὲν οὖν πέρι τῶν πτηνῶν ἐν τοῖς προτέροις λόγοις εἰπεῖν ἐμαυτὸν καλῶς οἶδα, θαλάττιον δὲ γέρανον ἰχθὺν Κορινθίῳ πελάγει ἔντροφον ἀκοῦσαί φημι. ἐπικλίνει δὲ ἄρα τοῦτο τὸ πέλαγος, ἔνθα ὁ γέρανος ἀνιχνεύθη οὗτος, τῷ πρὸς τὰς Ἀθήνας πελάγει τοῦ ἰσθμοῦ κατὰ τὴν πλευρὰν τὴν ἐς αὐτὰς ὁρῶσαν. μῆκος μὲν οὖν ἦν προήκων ἐς πεντεκαίδεκά που πόδας μεμετρημένους δικαίῳ μέτρῳ, ἐγχέλεως δὲ εἶχεν, ὡς ἀκούω, οὐ μέντοι τῆς μεγίστης τὸ πάχος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme