Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 16

26 ἐν τοῖς κρυμώδεσι τόποις τὰ πρόβατα τῆς χιόνος ἐπιρρεούσης καὶ τοῦ κρύους ἐνακμάζοντος ἄχολά ἐστι ʽκαθειργμένα δὲ ἄρα καὶ τοῦ χιλοῦ τοῦ νέου μὴ μεταλαμβάνοντα εἶτα μέντοι τοιαῦτα εὑρίσκεταἰ, ὑπαρχομένου δὲ τοῦ ἦρος προϊόντα ἐπὶ τὰς νομὰς τῆς χολῆς ὑποπίμπλαται. τοῦτο δὲ ἄρα ἔτι καὶ μᾶλλον φιλεῖ παρακολουθεῖν τοῖς Σκυθικοῖς προβάτοις φασίν.
27 Ἀγαθαρχίδης φησὶν εἶναι γένος ἐν τῇ Λιβύῃ τινῶν ἀνθρώπων, καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους. καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρειν οὐδὲ ἕν, τὸ δὲ σῶμα ἔχειν ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον· τὰ γάρ τοι ζῷα τὰ δακετὰ καὶ τὰ ἐγχρίμπτοντα πάμπολλα ὄντα μηδὲν αὐτοὺς μόνους ἀδικεῖν. οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν οὔτε φαλαγγίου νύξαντος τοὺς ἄλλους ἐς θάνατον οὔτε μὴν σκορπίου τὸ κέντρον ἀπερείσαντος. ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι καὶ παραψαύσῃ τοῦ σώματος καὶ ἅμα καὶ τῆς ὀσμῆς τῆς ἐκείνων σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευσάμενον κάρωσίν τινα ἑλκτικὴν ἐς ἀναισθησίαν ἐμποιοῦντος, ἐξασθενεῖ καὶ παρεῖται, ἔστʼ ἂν παραδράμῃ ὁ ἄνθρωπος. ὅπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη εἴτε ἐστὶ γνήσια εἴτε καὶ νόθα, ἐν τοῖς ἑρπετοῖς βασανίζοντες ὡς ἐν τῷ πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι, ἀνωτέρω εἶπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme