Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 16

3 γίνεται δὲ ἐν Ἰνδοῖς καὶ ἄλλο ὄρνεον, καὶ ἔχει τὸ μέγεθος κατὰ τοὺς ψᾶρας, καὶ ἔστι ποικίλον, καὶ μουσωθὲν ἀνθρώπου φωνὴν εἶτα μέντοι τῶν σιττακῶν ἐστι λαλίστερόν τε καὶ θυμοσοφώτερον. οὐ μὴν τὴν ἐξ ἀνθρώπων τροφὴν ἡδέως ὑπομένει, ἀλλὰ ἐλευθερίας πόθῳ καὶ παρρησίας τῆς κατὰ τὴν συντροφίαν ἐπιθυμίᾳ ἀσπάζεται λιμὸν μᾶλλον ἢ δουλείαν μετὰ τρυφῆς. καλοῦσι δὲ αὐτὸ οἱ Μακεδόνων Ἰνδοῖς ἐποικήσαντες ἔν τε Βουκεφάλοις πόλει καὶ τῇ περὶ ταύτην καὶ τῇ καλουμένῃ Κύρου πόλει καὶ ταῖς ἄλλαις, ἃς ἀνέστησεν Ἀλέξανδρος ὁ Φιλίππου, κερκίωνα· ἔσχε δὲ ἄρα τὸ ὄνομα τήνδε τὴν γένεσιν, ἐπειδὴ καὶ αὐτὸ διασείει τὸν ὄρρον, ὥσπερ οὖν καὶ οἱ κίγκλοι.
4 γίνεσθαι δὲ ἐν Ἰνδοῖς καὶ κήλαν ἀκούω ὄρνιν· καὶ τὸ μέγεθος τριπλασίων ὠτίδος ἐστί, καὶ τὸ στόμα ἔχει γενναῖον δεινῶς καὶ μακρὰ τὰ σκέλη· φέρει δὲ καὶ πρηγορεῶνα καὶ ἐκεῖνον μέγιστον προσεμφερῆ κωρύκῳ, φθέγμα δὲ ἔχει καὶ μάλα ἀπηχές. καὶ τὴν μὲν ἄλλην πτίλωσίν ἐστι τεφρός, τὰς δὲ πτέρυγας ἄκρας ὠχρός ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme