Book 16
40
ὄφεως ὄνομα σήψ, καὶ ἔχει θαυμάσαι ἄξιον ἐκεῖνο. τὴν χρόαν ἐκτρέπει τὴν ἑαυτοῦ, καὶ ἔοικε τοῖς τόποις καθʼ οὓς ἔρχεται. ὀδόντας δὲ ἄρα τέτταρας τοὺς κάτω φέρει κοίλους, ἐφʼ ὧν ὑμενώδεις ἐπίκεινται χιτῶνες, καλύπτοντες τὰ κοιλώματα. ἐκ τούτων οὖν πατάξαν τὸ θηρίον εἶτα ἀφίησι τὸν ἰόν· σήπει δὲ παραχρῆμα καὶ ἀναιρεῖ τάχιστα.
41
Μεγασθένης φησὶ κατὰ τὴν Ἰνδικὴν σκορπίους γίνεσθαι πτερωτοὺς μεγέθει μεγίστους, τὸ κέντρον δὲ ἐγχρίμπτειν τοῖς Εὐρωπαίοις παραπλησίως. γίνεσθαι δὲ καὶ ὄφεις αὐτόθι καὶ τούτους πτηνούς· ἐπιφοιτᾶν δὲ οὐ μεθʼ ἡμέραν ἀλλὰ νύκτωρ, καὶ ἀφιέναι ἐξ αὑτῶν οὖρον, ὅπερ οὖν ἐὰν κατά τινος ἐπιστάξῃ σώματος, σῆψιν ἐργάζεται παραχρῆμα. καὶ τὰ μὲν τοῦ Μεγασθένους ταῦτα. πολύκλειτός γε μήν φησιν ἐν τῇ αὐτῇ γῇ σαύρους γίνεσθαι μεγίστους καὶ πολυχρόους, καὶ βαφαῖς τισιν εὐανθέσι τὰς δορὰς πεποικίλθαι δεινῶς, εἶναι δὲ καὶ ἅψασθαι ταύτας ἁπαλωτάτας. σαύρους δὲ Ἀριστοτέλης ἐν τῇ τῶν Ἀράβων γῇ τίκτεσθαί φησι, καὶ δύο πήχεις ἔχειν αὐτούς.
42
Παμμένης ἐν τῷ περὶ θηρίων σκορπίους λέγει γίνεσθαι πτερωτοὺς καὶ δικέντρους ἐν Αἰγύπτῳ ʽκαὶ οὔ φησιν ἀκοὴν λέγειν, ἀλλὰ ἑαυτοῦ τήνδε τὴν ἱστορίαν ὁμολογεἶ καὶ ὄφεις δικεφάλους, καὶ ἔχειν δύο πόδας κατὰ τὸ οὐραῖον τούτους. Κτησίας γε μὴν ὁ Κνίδιός φησι περὶ τὴν Περσικὴν Σιττάκην ποταμὸν εἶναι Ἀργάδην ὄνομα. ὄφεις δὲ ἄρα ἐν αὐτῷ γίνεσθαι πολλούς, μέλανας τὸ σῶμα πλήν γε τῆς κεφαλῆς· εἶναι δὲ αὐτοῖς λευκὴν ταύτην. προϊέναι δὲ ἐς ὀργυιὰν τὸ μῆκος τοὺς ὄφεις τούσδε. καὶ μεθʼ ἡμέραν μὲν μὴ ὁρᾶσθαι, ὑφύδρους δὲ νήχεσθαι, νύκτωρ δὲ ἢ τοὺς ὑδρευομένους ἢ τοὺς τὴν ἐσθῆτα φαιδρύνοντας διαφθείρειν. πολλοὺς δὲ ἄρα πάσχειν τοῦτο ἢ χρείᾳ ὕδατος ἐπιλείποντος ἢ μεθʼ ἡμέραν ἀσχοληθέντας ἀποπλῦναι τὴν ἐσθῆτα μὴ δεδυνημένους.